Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 247: To Hyperechius, His Son

σμζ΄. Ὑπερεχίῳ τέκνῳ.

Εὖγε εὖγε Ὑπερέχιε τέκνον μου· φέρε φέρε τὸν χαλεπὸν καιρὸν, τὴν ἐξορίαν, τὴν κάκωσιν· διὰ τί βραδεῖα ἡ ἐπισκοπὴ, διδάξουσίν σε οἱ ἀδελφοί· πλὴν ἐγὼ ἄλλην σοι ἐπιστολὴν ἔπεμψα ἐν ᾗ ἔδωκά σοι τὴν συγχώρησιν· καὶ νῦν ὁ θεὸς συγχωρήσει σοι καὶ ἐκεῖνο καὶ πάντα· ἀπόθες τὴν λύπην· πᾶς πατὴρ καὶ παιδεύει καὶ πάλιν παρακαλεῖ· καὶ ὁ ἀπαίδευτος καὶ ἀνεπιτίμητος, ἄχρηστος· σὺ οὖν γίνοιο χρηστὸς, δόκιμος, καθὼς καὶ ἔπαθες ὑπὲρ Χριστοῦ· βλέπε τέκνον σεαυτὸν πῶς καθέζῃ, πῶς διαζῇς, φύγε τὰς τῶν πτωμάτων ἀφορμὰς, καὶ τοὺς τρόπους καὶ τοὺς τόπους, ἵνα σώζῃ ὡς υἱὸς φωτός· ὑπόμεινον ἔτι· προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· προσαγορεύει σε ὁ σὺν ἐμοί· ὁ κύριος μετὰ σοῦ.

· Contents ·