Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 248: To Amonas, His Son
σμη΄. Ἀμωνᾷ τέκνῳ.
Καλὲ Ἀμωνᾶ, χαῖρε χαρᾷ μεγάλῃ ὅτι διὰ Χριστὸν ἡ ἐξορία καὶ ὁ περιορισμός σου· ἰδοὺ καὶ πάλιν γράφω· εἰ δὲ ὅτι βράδειον, ἀπαγγελοῦσιν τὴν αἰτίαν οἱ ἀδελφοί· πλὴν ὅτι ἀεὶ βλέπω σε τῷ πνεύματι, καὶ προσεύχομαι ἵνα σώζῃ· τοῦτο καὶ αὐτὸς ποίει ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· μόνος εἶ ἆρα, ἢ μετὰ τοῦ ἀδελφοῦ; ἀγαπῶ αὐτὸν εἶναι μετὰ σοῦ, ἐπειδὴ ὡς σὺ κἀκεῖνος τέκνον μου· μανθάνω ὅτι καλῶς καθέζῃ καὶ ἀναστρέφῃ, καὶ χαίρω· καί γε οὕτως ἔσο ἐπὶ πλέον εἰς ὑπόδειγμα καλὸν τοῖς ἀδελφοῖς σου· λάμπειν γὰρ δεῖ τὸ ἔργον ἡμῶν τοῖς πᾶσιν ὡς χριστομαρτύρων, εἰς δόξαν θεοῦ ἰσχύς σοι παρὰ κυρίου, ἔλεος, εἰρήνη, εὐλογία, σωτηρία αἰώνιος· προσεύχου περὶ ἐμοῦ τοῦ ἀδελφοῦ σου· προσαγορεύει σε ὁ σὺν ἐμοί· ὁ κύριος μετὰ σοῦ.