Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 249: To Stephen, His Son
σμθ΄. Στεφάνῳ τέκνῳ.
Χαῖρε Στέφανε τέκνον μου τιμιώτατον· ἀπὸ θεοῦ σοι χάρις, ἔλεος, εἰρήνη πληθυνθείη· εἰ καὶ ἐβράδυνα ἐπισκέψασθαι, τὴν αἰτίαν ἀπαγγελοῦσιν οἱ ἀδελφοί· ἐγὼ δὲ καὶ μὴ γράφων ἐν τῇ καρδίᾳ μου ἔχω σε ἀεί· ἀνδρίζου οὖν ἔτι καὶ ἴσχυε ἐν κυρίῳ, φέρων γενναίως τὰ παρόντα λυπηρὰ, διὰ τὰ μέλλοντα ἀγαθά· ἡμέραν ἐξ ἡμέρας εὐθύμως πορεύου εἰς ὁδὸν εὐθεῖαν θεοῦ· δίωκε τὰ πάθη, κάθαιρε τὴν καρδίαν, εὐαρέστει θεῷ ᾧ ἀνέθου σεαυτὸν, δι᾽ ὃν καὶ ἐμαστίχθης, ὑπὲρ οὗ καὶ ἡ ἐξορία· αὐτὸς οὖν ἀνταποδώσει σοι ἀνταπόδομα τὴν βασιλείαν αὐτοῦ ἐὰν μέχρι τέλους ὑπομείνῃς αὐτόν· προσεύχου περὶ ἡμῶν· ὁ ἀδελφὸς ὁ σὺν ἐμοὶ ἀσπάζεται· ὁ κύριος μετὰ σοῦ.