Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 250: To Symeon, His Son

σν΄. Συμεὼν τέκνῳ.

Χαίροις Συμεὼν τέκνον μου· ἰδού σοι πάλιν ὁ λόγος· εἰ δὲ ὅτι βραδὺ, διηγήσονται οἱ ἀδελφοί· πῶς ἔχεις, πῶς διαζῇς· βλέπε, τέκνον, ἐποικοδόμησον ἐν τῷ ἔργῳ τοῦ θεοῦ, ὃ ἐχαρίσθη σοι ὑπ᾽ αὐτοῦ, τὴν καλὴν ἀναστροφὴν, τὴν ὑπομονὴν, τὴν μακροθυμίαν, τὴν ἐν τῷ περιορισμῷ ἀκινησίαν· ἐπειδὴ ἤκουσα ὅτι προόδους ποιεῖς καὶ ἐλυπήθην· ὅτι οὐκ ἔστι θέλημα θεοῦ, οὐδὲ συμφέρον τῇ ψυχῇ σου· ὁ Χριστός σε ἐκάλεσεν εἰς μαρτύριον αὐτοῦ, οὐκ εἰς τὸ ἰατρεύειν σώματα· εἰς τὸ καθέζεσθαι καὶ καθαίρειν ἑαυτὸν ἀπὸ παντὸς κακοῦ, οὐκ εἰς τὸ γυρεύειν καὶ φαντασιοκοπεῖσθαι· μὴ λυπηθῇς ὅτι ὑπομνήσκω, ἀλλὰ φύλαξαι τέκνον μου ἀπὸ τοῦ νῦν, καὶ εὐαρέστει τῷ θεῷ, καὶ εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὁ ἀδελφὸς Νικόλαος προσαγορεύει σε· ὁ κύριος μετὰ σοῦ.

· Contents ·