Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 26: To Zacharias the Consul
κϛ΄. Ζαχαρίᾳ ὑπάτῳ.
Καὶ πάλιν γράψαι τῇ θεοφιλεῖ εὐκλείᾳ σου, κύριέ μου, ὀφειλέτης εἰμὶ ὁ ταπεινός· διὰ τί; ὅτι εὐεργέτης ἡμῶν καθίστασαι ἀεὶ, φίλος κραταιὸς, φίλος πιστός· τί δὲ φίλου πιστοῦ ἰδίωμα; τὸ τὴν ψυχὴν ὑπὲρ τοῦ ἀγαπωμένου τιθέναι τὸν φιλοῦντα· ἴδε σαυτὸν οὖν καὶ κατανόησον εἰ μὴ ἐν τῷ μέτρῳ τούτῳ ἐγένου πρὸς τὴν ἡμετέραν ταπείνωσιν, πρὸς τὴν τοῦ θεοφιλεστάτου ἀρχιεπισκόπου, πρὸς τὴν τῶν παρατυγχανόντων σοι ἀδελφῶν ἡμῶν ὠφέλειαν· ὧν ἕκαστον ἀναθεωροῦντες σου τῶν εὐεργεσιῶν, καὶ φιλοῦμεν καὶ εὐλογοῦμεν σε, εὐχόμεθα καὶ ὑπερευχόμεθα, τῶν ἀμοιβῶν ἀποδότην Χριστόν σοι παριστῶντες, τὸν ἐπαγγειλάμενον καὶ ὑπὲρ ψυχροῦ ποτηρίου μισθοὺς ἀποδιδόναι, μὴ ὅτι γε ὑπὲρ τηλικούτων· φυλαχθείης οὖν ἡμῖν ἐπὶ πολὺ ὑγιαίνων, εὐθηνούμενος, εὔθυμος, καὶ μέν τοι γε καὶ ὀρθοφρονῶν περὶ τὴν ἀμώμητον πίστιν.