Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 251: To Parthenius, His Son
σνα΄. Παρθενίῳ τέκνῳ.
Ὦ καλὲ Παρθένιε, χαῖρε τέκνον μου ποθητὸν, υἱὲ φωτὸς ἀληθινοῦ· πάλιν ὁμιλῶ σοι διὰ τοῦ γράμματος, αὖθις ὁρῶ σε καὶ προσπτύσσομαι· ὅτι ἐβράδυνα, ἀπαγγελοῦσιν οἱ ἀδελφοὶ τὴν αἰτίαν· ὅμως ὅτι ἀληθάργητόν σε ἔχω ἐν τῇ καρδίᾳ, εὐχόμενός σε διαμένειν σῶον, κατηρτισμένον εἰς πᾶν ἔργον ἀγαθόν· ὡς καλός σου ὁ δρόμος, ὁμολογία γὰρ Χριστοῦ· ὡς αἰνετόν σου τὸ ὑπομονητικὸν, πρόξενον γὰρ βασιλείας οὐρανῶν· μηδὲ ὀλιγωρήσειας ὦ παῖ μου· ἔτι μικρὸν μακροθύμησον· ἐγγὺς κύριος τοῖς ὑπομένουσιν αὐτόν· οἴαν χαρὰν μέλλεις ἔχειν ἐν τῇ ἀναλύσει, ἢ τοῦ τόπου, ἢ τοῦ σώματος· ἀλλὰ τίς ἄξιος ἄρτι τοῦ δευτέρου ἐπιτυχεῖν· φοβοῦ τὸν θεὸν, πρόσεχε σεαυτῷ, μίσει τὴν ἡδονὴν ὡς λίαν ὀδυνηράν· φίλει τὸν θεὸν ὡς μόνην χαράν· ὅς σε καὶ διατηρήσειεν μέχρι τέλους ἀσινῆ· εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὁ σὺν ἐμοὶ ἀδελφός σου προσαγορεύει· ὁ κύριος μετὰ σοῦ.