Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 252: To Hegesimus, His Son
σνβ΄. Ἡγησίμῳ τέκνῳ.
Ἡ χάρις σοι ἀπὸ θεοῦ Ἡγήσιμε τέκνον μου ἠγαπημένον· ἐβράδυνα τοῦ ἐπισκέψασθαί σε, ἀλλὰ τὴν αἰτίαν διηγοῦνται οἱ ἀδελφοί· ἐρωτῶ σε καὶ παρακαλῶ ἐπιμένειν καὶ μακροθυμεῖν τὴν ἐξορίαν τὸν περιορισμόν· ὅρα τὸν τόπον καὶ τὸν τρόπον τοῦ καθίσματός σου, ἵνα ἐν κυρίῳ ᾖ· βλέπε τοὺς ἀοράτους ἐχθροὺς ἵνα μὴ λάβωσι χώραν ἐν σοὶ, δι᾽ ὑποδοχῆς τῶν πονηρῶν λογισμῶν· καθ᾽ ἡμέραν πόλεμος, ἀλλὰ καὶ στέφανος μὴ ὑποπιπτόντων ἡμῶν· οὕτως βίωσον ὡς ἄγγελος, ὡς μάρτυς Χριστοῦ, κἂν ὑποχαυνοῦσαι καὶ τιτρώσκεσαι ὑπὸ τοῦ ἐχθροῦ, ἀλλὰ θάττον ἀνάστηθι, καθάρθητι, ἀσφαλίσθητι· καὶ οὕτω διεξιὼν διασώζου, προσευχόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὁ σὺν ἐμοί σε ἀσπάζεται· ὁ κύριος μετὰ σοῦ.