Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 253: To Dorotheus, His Son

σνγ΄. Δωροθέῳ τέκνῳ.

Εὐλογηθείης ὑπὸ κυρίου τέκνον, μου Δωρόθεε· χάρις σοι καὶ ἔλεος, ἰσχὺς καὶ κραταίωσις· τὴν βραδύτητα τῆς ἐπισκέψεως ἀγγελοῦσιν οἱ ἀδελφοί· βλέπε ἀδελφὲ πῶς ἀναστρέφεις, πῶς διαζῇ· μὴ ἀθύμει ἀλλὰ μακροθύμει· μὴ ὀλιγώρει, ἀλλ᾽ ὑπόμενε· μὴ ἄνοιγε θύραν τοῖς πονηροῖς λογισμοῖς, ἀλλ᾽ ὅταν ἐπαναστῶσιν, ἀνθίστα, θρύξον πρὸς αὐτοὺς, καὶ αὐτοὶ ἐν ὀνόματι κυρίου οἰχήσονται φυγαδευθέντες· ψάλλε, οὓς οἶδας, ψαλμούς· εὔχου πλεῖστα· ἐν τῇ καρδίᾳ φόβος κυρίου, ἐν τῷ στόματι δόξα θεοῦ, ὅπως φυλαχθείης ἀσινής· τὸ λοιπὸν εὔχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει· ὁ κύριος μετὰ σοῦ.

· Contents ·