Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 254: To Peter, His Son
σνδ΄. Πέτρῳ τέκνῳ.
Αὐτὸς οὐ διαλιμπάνεις δι᾽ ἑκάστης ἐπιστολῆς ἐγκωμιάζειν ἡμᾶς τοὺς ἀγεράστους· ἡμεῖς δὲ τὰ καθ᾽ ἑαυτοὺς ἐπαισθανόμενοι, στένομεν μᾶλλον ἢ χαίρομεν, μὴ ὄντες οὕτως· πλὴν ἀποδεχόμεθά σου τέκνον ἠγαπημένον τὴν πίστιν, ἐξ ῆς καὶ οἱ λόγοι σοι τοιοῦτοι· ἃ δὲ ἐπεζήτησας ἀποκριθῆναί με, ἐν ἐξαιρέτῳ πιττακίῳ ἐσήμανα κοινῇ πάσῃ· πολλοὶ γάρ εἰσιν οἱ τὰ αὐτὰ ἐρωτῶντες, καὶ κόπος μοι πρὸς πάντας ἀποδιδόναι λόγον· αὐτὸς δὲ θερμοτέρῳς προσεύχου ὑπὲρ τῆς ταπεινώσεώς μου, ἵνα σώζοιμι ἐν κυρίῳ ὁ ἁμαρτωλός· καὶ πάλιν τὰς ἀποστολάς σου ἐδεξάμην· καὶ ἕως πότε οὐ μὴ ἀνῇς· ὅλως ἀνταμείψεταί σοι κύριος ἃ φιλεῖς· ὁ σὺν ἐμοὶ προσαγορεύει σε· τοὺς σὺν σοὶ κἀγώ.