Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 255: To the Steward of Symbolon
σνε΄. Τῷ οἰκονόμῳ τῆς Συμβόλου.
Ἀπεδεξάμην τὴν ἐπιστολὴν τῆς ἀγάπης σου, καὶ ἀνέγνων, καὶ ἐπέγνων τὴν ταπεινοφροσύνην σου, δι᾽ ἧς ὑψοῖ θεὸς τοὺς ἀγαπῶντας αὐτόν· ἔνθεν καὶ ἠξίωσαι κοινωνὸς τῶν παθημάτων αὐτοῦ γενέσθαι ἐν τῇ νυνὶ μαρτυρίᾳ· εἰ δὲ ὅτι ἡττηθέντες οἱ χριστομάχοι τῇ καρτερᾷ σου ὑπομονῇ ἀπέλυσάν σε, τοῦτο οὐδέν σοι ἐλάττωμα ἀλλὰ νίκη· εὐαρέστει οὖν τῷ θεῷ ἐν ᾧ τόπῳ καθέζῃ· μαρτύριον γὰρ καθ᾽ ἑκάστην ἔστι τὸ κατὰ συνείδησιν τῷ ἀγωνιζομένῳ, καὶ καθαίροντι ἑαυτὸν ἀπὸ τῶν ἐπανισταμένων δαιμονικῶν λογισμῶν· φυλαχθείης μοι εὔθυμος, εὔσωστος, εὐκλεής· προσευχόμενος περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἀνεπιλήστως· τοὺς σὺν σοὶ ἀδελφοὺς προσκυνῶ.