Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 256: To Joseph, His Brother and Bishop
σνϛ΄. Ἰωσὴφ ἀδελφῷ καὶ ἐπισκόπῳ.
Ὅτι ἤκουσα τῆς φωνῆς σου, ὦ τριπόθητε, ἐσκίρτησε τὸ ταπεινόν μου πνεῦμα, καὶ ἔδοξα ἐν ὀφθαλμοῖς σε ὁρᾶν, περιφὺς ὅλος τῷ ἱερῷ σου προσώπῳ, οὗ τὰ ἰνδάλματα, οὔ ποτε ἀπολήγει μοι, οὐδ᾽ ἂν ἀπολήξοι κἂν ἐπέκεινά σε Γαδείρων ἀποίσωσιν οἱ σώματι διατέμνειν ἡμᾶς ἐξουσιάζοντες· οὕτω τοῦ πόθου βιαζομένου, ὡς τὸ εἰκός· σὺ δὲ ἡμᾶς, ἁγιώτατε, ὡς ἀδελφὸν μὲν ποθῶν καὶ ἐπαινῶν, οὐκ ἂν δέξαιο κατηγορίας ἔγκλημα, φέρει γὰρ ἡ φύσις· ἄλλως δὲ πῶς εὐφημῶν, τὴν ἀλήθειαν ἀδικοίης; εἰμὶ γὰρ ὡς οἶσθα ἁμαρτωλός· ἐνδεὴς φωτὸς, οὐ φωτίζων· οὐδὲ τι μεγαλειότερον τῶν σῶν, οὔ τινος ἄλλου τῶν νῦν ἐνισταμένων, ὑπὲρ Χριστοῦ φέρων· εἶθε τὰ ἴσα· ἀλλὰ πῶς ὁ καιρὸς ἤνεγκε τὰ τῆς καθ᾽ ἡμᾶς ἐκκλησίας· πῶς δοκιμάζονται οἱ πάντες ὡς ἐν χωνείᾳ· καὶ ὅμως ὀλίγοι οἱ χρυσοειδεῖς, τῶν ἁπάντων σχεδὸν μολυβδιώντων, τοῦ κυρίου ὁ λόγος, ἀλλ᾽ ὅτι καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· λάβε μοι τὸν Λεόντιον πρὸς τῶν ἄλλων· οἷα θὴρ ἀνήμερός ἐστι διώκων τοὺς συμμαθητὰς, καὶ πορθῶν τὰς ἐκκλησίας τοῦ θεοῦ· ὃν ὁ κύριος ἐπιστρέψειεν, καὶ ἡμᾶς ἐνισχύσειεν εἰς τὸν προκείμενον ἀγῶνα· ὃν οὐκ ἀλλό τι ἠγητέον, ἢ μαρτύριον Χριστοῦ ἰσόῤῥοπον τοῖς πάλαι· προεδιώχθης ὑπὲρ ἀληθείας, ἐφυλακίσθης, ἐμονώθης, οὐχ ἅπαξ ἀλλὰ καὶ δὶς τληπαθήσας πολλά· τρισσεύεις τοῖς πάθεσι νῦν φέρων, ἃ φέρεις· τρίπλοκόν σοι παρὰ τῆς ἁγίας τριάδος τὸ στεφάνωμα, ὁσιώτατε· ἐχέτω ἡ Θεσσαλονίκη τοῖς προλαβοῦσι καὶ τὰ σὰ καλλωπίζεσθαι αἰωνίως· ἐχέτω καὶ Θεόδωρος ἐπ᾽ ἀδελφῷ τοιούτῳ γάννυσθαι καὶ αὐχεῖν, μηδὲν οἴκοθεν φέρων αἰνέσιμον· τοῦτο ἡ εὐγένεια τοῦ πνεύματος, ζῆν καὶ μετὰ θάνατον· αὕτη ἡ ζητουμένη παρὰ θεῷ πρᾶξις· τοῦτο ὁ ἀρῥαβὼν τῆς ἀτελευτήτου βασιλείας· ἧς σὺν σοὶ ἀξιωθείην κἀγὼ ὁ τάλας, συνεπόμενος ὀρθοδόξως καὶ ὀρθοβίως· ὁ σὺν ἐμοί σε καὶ μάλα δουλοπρεπῶς ἀσπάζεται, ὡς κἀγὼ τὸν ἱερὸν Ἄνθον.