Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 257: To Letoius, His Son

σνζ΄. Λητωίῳ τέκνῳ.

Μετὰ τὸ ἀπαρτίσαι με τὴν ἀνατροπὴν, ἐδεξάμην πάλιν τοὺς ἰάμβους καὶ ἐγένετό μοι εἰς κόπον· πλὴν καλῶς ἐποίησας τέκνον, δήλους αὐτοὺς γνωρίσας· ἡ οὖν διὰ μέσου ἀκροστιχὶς οὐ διασώζεται· οὐ γὰρ ἐπὶ πάντων τῶν στίχων, ἐκ τῆς ἑβδόμης συλλαβῆς ἄρχεται, ἀλλὰ ἐξ ἄλλης καὶ ἄλλης· διατέμνει δὲ καὶ τὴν ὀπίσω συλλαβὴν, καὶ τοῦτο οὐκ ἔστιν ἀκροστιχίς· πλὴν ἴδε πῶς ἐποίησα, καὶ γνώσῃ τὸ σαφές· δέξαι τοίνυν τὰ τετράδια καὶ ἀνάγνωθι καὶ εὐθὺς μετάγραψον ἀποδιδοὺς πάλιν ταῦτα· ἀσφαλῶς δὲ κάτεχε, μὴ ἐκφερομυθῶν αὐτὰ εἰς τοὺς ἀσεβεῖς· θανάτου γὰρ παραίτιον· ἐὰν δέ τις πιστὸς ἀναγνοὺς εὕροι τί ἐλλειπὲς, ἢ ἀντίστοιχον ἤγουν λέξιν ἤτοι νόημα, ἢ καὶ αὐτὸς διερχόμενος ἐπανορθώσει, μᾶλλον δὲ δηλοποιήσει μοι· οὐ γὰρ ὡς ἔτυχεν ἔγραψά τι, ἀλλὰ καὶ πολὺς λόγος ῥεῖ ἀληθείας ὡς δοκῶ ἐν αὐτοῖς· μνημόνευε ἡμῶν τέκνον ἀεὶ ἐν κυρίῳ σώζεσθαι, ὥσπερ καὶ ὑμεῖς περὶ σοῦ.

· Contents ·