Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 258: To Theodulus, His Son
σνη΄. Θεοδούλῳ τέκνῳ.
Ἐφ᾽ ὅσον ᾠκονόμησεν ὁ θεὸς οὕτω γενέσθαι, οὐδὲν ἤμαρτες τέκνον ὑποχωρήσας ἐκ μέσου, εἰ καὶ ὅτι τελειότητος ἔργον οὐκ ἔστιν· πλὴν στέρξον μεθ᾽ οὗ εἶ ἀδελφοῦ, ὃν καὶ προσαγορεύω· διασωζόμενοι ἀμφότεροι καὶ εἰς ἑαυτοὺς διὰ φόβου θεοῦ μεσιτεύοντος· καὶ μὴν καὶ ἀπὸ τῶν αἰρετικῶν θηρῶν ὧδέ τε κακεῖσε, ἐν ὅρεσιν, ἐν σπηλαίοις κρυπταζόμενοι, καὶ τελειοῦντες τοῦ μακαρισμοῦ τὸν δρόμον· εὐχόμενοί τε καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ εἰς τὸ σώζεσθαι· ὁ σὺν ἐμοὶ προσαγορεύει.