Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 259: To Naucratius, His Son

σνθ΄. Ναυκρατίῳ τέκνῳ.

Ὅτι ἀνέσφηλας εἰ καὶ μὴ τελέως ἧς ἐπάλαισας δυσφορωτάτης ἀσθενείας μαθὼν, ηὐχαρίστησα τῷ κυρίῳ ἠγαπημένε· ἔστι δὲ ἡ νόσος γυμναστήριον ψυχῆς συμφερόντως παρὰ τοῦ οἰκονομοῦντος τὰ καθ᾽ ἡμᾶς θεοῦ ἐπαγομένη, ἐφ᾽ ᾗ εὐδοκεῖν ἡμᾶς δεῖ· ὅταν γὰρ ἀσθενῶ φησιν, τότε δυνατός εἰμι· οὕτως μὲν ἔχει ὁ λόγος· τί δὲ ἡ μανία τοῦ ἐλεεινοῦ Λεοντίου καθ᾽ ἡμῶν, οὕτως τοὺς ἀδελφοὺς ἐκθλίβοντος λίαν, καὶ χωρὶς αἱματεκχυσίας αἰσθητῆς, τὸ αἷμα αὐτῶν κενοῦντος τῇ τῶν σαρκῶν κατατήξει; ὅμως ἵνα ὁ λόγος τοῦ κυρίου πληρωθῇ, ὅτι καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκιακοὶ αὐτοῦ· μὴ γὰρ καὶ αὐτὸς οὐ πρὸς τοῦ οἰκείου μαθητοῦ προδίδοται εἰς θάνατον; ὅρα οὖν οἱ ἀθλοῦντες τίνι ὡμοίωνται, ὅτι Χριστῷ τῷ πρωτομάρτυρι· καὶ τίνι ὁ κολαστὴς ἐπέοικεν, ὅτι οὐ μόνον Ἰούδα τῷ δυσγνώμονι, ἀλλὰ καὶ Πιλάτῳ καὶ Καϊάφα τοῖς θεοκτόνοις· ἐκ προλαβόντων ἧκεν καὶ τὰ παρόντα ἀκόλουθα τῷ δεινῷ Λεοντίῳ, ὡς οἶσθα, ἐκ μοιχειανισμοῦ εἰς τὸ εἰκονομαχεῖν, μᾶλλον δὲ χριστομαχεῖν· καὶ τοσοῦτον εἰς ἀσέβειαν πρὸς τὸν κρατοῦντα, ὅσον καὶ καθ᾽ οὔνομα ἐγγίζων τῆς κλήσεως· ὁ μὲν γὰρ λέων, τὸ κύριον· ὁ δὲ Λεόντιος, τὸ παράγωγον, ὡς ἐκ πυρὸς φλὸξ, καὶ ἐκ σιδήρου κέντρον· ἀλλ᾽ ἐγγὺς κύριος τοῖς ὑπομένουσιν αὐτὸν, συντρίψων τὸ κέντρον, λεπτύνων δὲ καὶ τὸν σίδηρον· διὸ μὴ ἐκκακῶμεν τοῖς παθήμασιν, ἀδελφὲ, εἰδότες ὅτι καὶ ἡ μακροπάθεια δοκιμῆς ἔργον, καὶ στεφάνων πληθυσμὸς πᾶσι τοῖς ἀγαπῶσι τὸν θεὸν γίνεται, καθάπερ ἄνωθεν καὶ ἀπ᾽ ἀρχῆς τοῖς ἁγίοις· ἐπικρατείτω λοιπὸν ὁ χρόνος, πληθυνέσθωσαν οἱ μάρτυρες, δοκιμαζέσθω ὁ ἀκίβδηλος χρυσός· οὐ γὰρ εἴη ἀξιόδεκτος τῷ χρυσεψητῇ θεῷ τὶς, μὴ κεκαθαρμένος ταῖς ἀρκούσαις διαπυρώσεσι, τὸ δοκίμιον τῆς πίστεως ἀποδεικνύς.

Περὶ τοῦ Εὐπρεπιανοῦ ὅτι οὕτως λυπηρόν μοι τῷ ἁμαρτωλῷ· πλὴν εὐκτέον τὰ περὶ αὐτοῦ· οὐχ οὕτως δὲ ἔχει, οἶδα κἀγὼ, περὶ ὧν ἠρώτησας· ὅμως ὅτι κρυπτάγιοι οἱ τοιοῦτοι εἰς τὸ ἀεὶ λευκοφοροῦντες ἔξω, κἂν ἔνδοθεν φαιοφόροι, ὡς μονάζοντες ἢ μονάζουσαι· τοῦτο γὰρ τρόπος οἰκονομίας, ὁ παρὰ τὴν ὑπόκρισιν λεγόμενος, ἐπὶ μικρὸν καὶ χρόνον καὶ τόπον ὑπαλλάξαι καὶ σχῆμα καὶ ἔξιν καὶ ἀναστροφὴν, αὐτὸ εἰς ἀεί· καὶ τοῦ μὲν πρώτου πράκτωρ, ὁ ἅγιος Ἀβράμιος· τοῦ δευτέρου, ὁ ἅγιος Δαυίδ· τοῦ δὲ τρίτου, ὁ ἅγιος Πέτρος· δυεῖν οὖν προκειμένων κακῶν πτώσεως καὶ χωλεύσεως, τὸ κουφότερον αἱρετέον, ἤγουν τὸ δεύτερον· συμφέρει γὰρ κρυπτομόναχον εἶναι καὶ ἀμέθεκτον τῆς ἀσεβείας, ἐξ ἀδυναμίας προφασιζομένης, ἢ ἔκπτωτον γενέσθαι παντάπασιν· περὶ οὗ εἴρηκας διὰ στόματος τοῦ γραμματηφόρου ὀγδόου κεφαλαίου ἐλλειπῶς ἔχειν, διὰ τὸ ὑπὸ κανόνα κεῖσθαι τοῦ ἁγίου Πέτρου, ἠγνόουν· κρατείτω ὁ κανών· τίς γάρ εἰμὶ ἐγὼ ὁ τάλας ἵνα ἀντινομοθετῶ; πλὴν ὅτι συμβουλευτικῶς καὶ ἃ ἐν τοῖς ἄλλοις κεφαλαίοις, καὶ ἐν οἷς ἄρτι ἐπεζήτησας, καὶ ἐφ᾽ οἷς παρ᾽ ἄλλων ἐρωτηθεὶς ἀπεκρίθην, οὐ κανονικῶς, οὐ νομοθετικῶς ὅσον εἰς προῦπτον πρὸς τοὺς ἔξω· ἐπεὶ μὴ θεμιτὸν, μηδὲ ἐξουσιαστικόν· ἱερεὺς γάρ εἰμι εἰ καὶ ἀνάξιος, οὐκ ἱεράρχης· τοῦ τοιούτου γὰρ καὶ τῶν αὐτῷ ὁμοταγῶν καθολικῶς κανονίζειν καὶ νομοθετεῖν.

· Contents ·