Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 260: To Timothy, His Son
σξ΄. Τιμοθέῳ τέκνῳ.
Ὑπομένων ὑπόμεινον τὸν κύριον, τέκνον μου πεποθημένον Τιμόθεε· γέγραπται γὰρ εἰ ὑπομένωμεν καὶ συμβασιλεύσωμεν αὐτῷ· ἡλίκη ἡ ἐπαγγελία βασιλέα σε δειχθῆναι ἐν οὐρανοῖς, συμπληροῦντα τὸ μαρτύριον τῆς ὁμολογίας αὐτοῦ· καὶ μὴ ξενόφωνόν σοι εἴη τὸ λεχθέν· βασιλείαν ἡμᾶς ἐποίησεν, ἱερεῖς τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, φησὶν ὁ θεολόγος καὶ ἀπόστολος· καὶ τί λέγω τοῦτο; καὶ θεὸν τὸν ἄνθρωπον ὁ θεὸς κεκέλευκεν γίγνεσθαι· ἐγὼ εἶπα, θεοὶ ἐστὲ καὶ υἱοὶ ὑψίστου πάντες· ὥστε ὁ μὴ ἀποθνήσκων τῇ ἁμαρτίᾳ, μηδὲ πίπτων τῇ ἀσεβείᾳ, εἴληφεν τὸ ἀξίωμα· διὸ στῶμεν, ἀδελφὲ, καὶ μήποτε ἀποθάνοιμεν, ἵνα θεοὶ καὶ βασιλεῖς χρηματίσωμεν· πρὸς ταῦτα, φυλακαὶ, θλίψεις, στενοχωρίαι, λιμοὶ, πῦρ, ξίφος, μυρίοι θάνατοι, τῆς ἀγάπης τοῦ θεοῦ οὐδὲν τὸ χωρίζον· κεχρήσθωσαν οἱ ἀσεβοῦντες οἵοις βούλοιντο κολαστηρίοις· ἐμοὶ μὲν ἰσχὺς οὐδεμία, ἀλλὰ πᾶσα ἐξ ἁμαρτιῶν ἀπορία· ὁ δὲ τῆς ἀληθείας λόγος ὑπέδειξε τὸ ζητούμενον· οὗ σὺ, χάριτι Χριστοῦ καὶ ἀπήρξω, καὶ μάλα προθυμῇ ὡς ἀκούω· ἀλλ᾽ εὔχου καὶ περὶ ἐμοῦ τοῦ οἰκτροῦ, κατόπιν σου προθυμηθῆναι ἐλθεῖν· ὁ σὺν ἐμοὶ προσαγορεύει σε.