Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 27: To Leo, a Friend
κζ΄. Λέοντι φίλῳ.
Οὐκ ἐπιλέλησμαί σου, ὦ φίλε καλὲ, τῆς ἀγάπης ἐγὼ ὁ ταπεινός· ὅτι ἐν καιρῷ παντὶ τὰ τῆς φιλίας ἐπιδέδειξαι πρὸς ἡμᾶς, μὴ εὐλαβηθεὶς μηδ᾽ αὐτὴν ὥραν τοῦ πειρασμοῦ ἡμῶν· οἶδα γάρ σε οἶδα πῶς ὅτε πάντες οἱ πλησίον ἡμῶν ὑπεξέστησαν, φόβῳ θεοῦ αὐτὸς καὶ πόθῳ, νύκτωρ παρὼν παρῆς δωροφορῶν, συντασσόμενος, ποτνιώμενος, συλλυπούμενος, ἐπερωτῶν τὰ τῆς τιμίας σου ψυχῆς φυλακτήρια, προθυμούμενος· διὰ ταῦτα μικρὰν συλλαβὴν χαράττω ἀπευχαριστῶν πάνυ καὶ ὑπὲρ τῆς ξενοδοχίας τῶν εἰσερχομένων ἀδελφῶν ἐν ταῖς αὐτόθι διακονίαις ἄρτι ὅτε φόβητρα πάντοθεν· ἀλλ᾽ ὁ θεός σε ἀμείψεται τοῖς παρ᾽ ἑαυτοῦ χαρίσμασι, καὶ ἐξελεῖται σε τῆς μυσαρᾶς κοινωνίας τῶν εἰκονομάχων, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον.