Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 261: To Basil the Monk

σξα΄. Βασιλείῳ μονάζοντι.

Τίς οὗτος ὁ ἀπὸ δύσεως ἡμῖν ἀνατείλας ἀστὴρ τῆς εὐσεβείας, οὗ ἡ αὐγὴ τοῦ λόγου περιφαὴς, καὶ ἡ ἀκτὶς τοῦ βίου διαγλαής; αἱ ἀναβάσεις σου ἀναβάσεις ἡλιακαὶ, καὶ αἱ ὁμολογίαι σου ὁμολογίαι μαρτυρικαί· εἰ καὶ μὴ παρεχωρήθη τῇ τοῦ ὁμολογουμένου οἰκονομίᾳ, τῆς δαρτικῆς σε ἀθλήσεως τέως μετασχεῖν· τάχα ἵνα τῇ ὑποκρατήσει τοῦ δώρου, πλείονα τὸν πόθον ἀναφθῆναι τῆς λήψεως εὐοδώσειεν ὁ ἀγαθὸς (θεὸς) ἐν τῇ τιμίᾳ σου ψυχῇ· οἷα τὰ τῶν μητέρων πρὸς τὰ ἔγγονα ταῖς ἐφ᾽ ἑτέροις τῶν ὁμαιμόνων διαδόσεσιν, ἐκκαίοντες τῶν ἠλλειφθέντων τὸ φιλόδωρον· ἢ πάλιν ἵνα μὴ λείπῃ τὸ τῶν μαρτύρων αἷμα χεόμενον πρὸς τὸ ἑξῆς, ἀφ᾽ οὗ καὶ χρόνος λαμπρύνεται, καὶ ἔδαφος ἁγιάζεται, καὶ ὁ τῶν ὀρθοδόξων θίασος ἐστερέωται.

Χαίρω οὖν καὶ συγχαίρω σου τῇ συνεισφορᾷ τοῦ καταλόγου τῶν ὁμολογούντων· καὶ ὡς ἰδὼν κατ᾽ ὀφθαλμοὺς, περιφὺς ἀσπάζομαί σε τῷ πνεύματι, καὶ ὡς ὁμογνώμονα κρίνω, καὶ ὡς πατέρα ἤτ᾽ οὖν ἀδελφόν· οὐχ ὡς αὐτὸς ἐκ πολλῆς ταπεινώσεως φῆς· ἔχω καὶ περιέπω, καὶ δεξιὰς ὑπὸ μάρτυρι θεῷ ἀοράτως δίδωμι τῆς ἐπὶ τὸ αὐτὸ συμφρονήσεως καὶ συνομολογήσεως μέχρις αἵματος, οὐχ ὡς ἔτυχεν, ἀλλὰ τοῦ μὴ ἐξαρνήσασθαι ἡμᾶς τὸν ποιήσαντα ἡμᾶς Χριστὸν τὸν θεὸν ἡμῶν, μήτε μὴν τὴν θεοτόκον, μήτέ τινα τῶν ἁγίων· δῆλον γὰρ ὅτι τῇ τῆς εἰκόνος ἑκάστου ἀρνήσει, ὁ εἰκονιζόμενος ἤρνηται ἀπαραλλάκτως· εἴπερ ταυτὸν ἀμφότερα ἀρχέτυπον καὶ εἰκὼν, τιμῇ τε καὶ τῷ κράτει· εἰ δὲ τοῦτο οὕτως, ὥς φασιν οἱ θεοφόροι, δηλαδὴ καὶ τῇ ὁμολογίᾳ καὶ ἀρνήσει· ἐπεὶ οὐδὲ ἤρνηται ὁ ζωοποιὸς σταυρὸς ἐκπτυομένου τοῦ τύπου αὐτοῦ; ἀλλ᾽ ἤρνηται σαφῶς· οὐδὲ ἠθέτηται ἀντιρῥητικῶς τῆς εἰκόνος αὐτοῦ; ἀλλ᾽ ἠθέτηται ἀσφαλῶς· τί φησὶν ὁ κύριος; ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ· καί γε εἰκὼν ἄνθρωπος θεοῦ, καὶ ἔγγιος μᾶλλον ἡ τέχνη τοῦ σωματικοῦ χαρακτῆρος αὐτοῦ ἢ ἄνθρωπος· καθ᾽ ὅσον πλείστη ἐμφέρεια ἐπὶ θατέρας τοῦ πρωτοτύπου Χριστοῦ ἢ μίμησις ἐπὶ τῆς ἀνεμφεροῦς ἐν πᾶσι τοῖς οὖσι θεότητος· κἂν κατά τι ἐνδεχόμενον λέλεκται ὡμοιῶσθαι· τοιγάρτοι αὐτὸς ὁ κύριος εἴρηκεν κατὰ τὸ ἀκόλουθον τῆς διανοίας δυνάμει· ὁ ἀθετῶν τὴν εἰκόνα μου, ἐμὲ ἀθετεῖ, καὶ ἀλλοίως οὐκ ἔστιν, εἰ καὶ μὴ δοκοίη τοῖς ἀρνησιχρίστοις· στήτω ὁ λόγος ἐνταῦθα, μὴ ὑπεραλλόμενος τοῦ τῆς ἐπιστολῆς μέτρου· καὶ προσευχέσθω ἡ ἁγιωσύνη σου περὶ τῆς οὐθενότητός μου, ἀφεμένη τῶν κατ᾽ ἐμοῦ ἐγκωμίων, οὐδὲν ἔχοντος ἀγαθὸν, οὔτε μὴν πράξαντος· εἰ δὲ ὅτι ὁ φοιτητὴς ἡμῶν ἀδελφὸς Ὑπάτιος ἐπαινετέος σοι, χάρις τῷ ὄρπηκι οὐ τῇ ῥίζῃ· πολλοὶ γὰρ καὶ εὐθύκομοι βλαστοὶ ἐκ κακορίζων, καὶ μάλιστα ἐπὶ τῶν προαιρετικῶν.

· Contents ·