Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 262: To Abbot Macarius
σξβ΄. Μακαρίῳ ἡγουμένῳ.
Αὐταρκῶς διιππεύων ὁ τῆς σιωπῆς χρόνος, διὸ ἀναγκαῖον ἡγησάμην ἀφῆσαι φωνήν μου οἰκτρὰν μὲν, ὅμως ἀγαπητικὴν πρὸς τὴν πατρικήν σου ὁσιότητα· τίς γὰρ καὶ ὁ συναπτικώτερός σου ἡμῖν εἰς τὰ πρὸς κύριον, ἔκ τε τοῦ βίου καὶ τοῦ λόγου κατηγλαϊσμένου; προσθείην δ᾽ ἂν καὶ τῆς ταυτοπαθείας ἔκπαλαι συνημμένου; τί δέ σοι, πατέρων ἄριστε, δοκεῖ τὰ παρόντα, ἀλλ᾽ οὐχὶ προεισόδια τῆς τοῦ Ἀντιχρίστου ἐλεύσεως; ἤρθη Χριστὸς ἐκ μέσου γραφόμενος, σὺν μητρὶ καὶ θεράπουσιν, ὅπέρ ἐστιν ἰουδαϊσμοῦ ἤτοι ἑλληνισμοῦ· ἄρχουσιν οὐ ποιμένες ἀλλὰ λύκοι, ὅλους τοὺς ὑπὸ χεῖρα ὁμοίους ἔχοντες· καὶ εἴ που πρόβατον Χριστοῦ εὑρεθῇ, σπεύδουσι θηριάλωτον αὐτὸ ἀπεργάσασθαι· δυοῖν τῶν ποτέ μου μαθητῶν νῦν ἀθέως ποιμένοντες, ἀγριώτερον τῶν ἄλλων μαίνονται· τοὺς συμμαθητὰς, οὓς μὲν κατεσθίοντες τῇ ὑφαρπαγῇ τῆς αἱρέσεως· οὓς δὲ κολάζοντες, ὡς οὐκ ἄλλους τῶν κολαζόντων· καὶ τί δεῖ καταλέγειν; τὰ πάντα συγκέχυται καὶ ἠφάνισται τῇ τῶν προυπαρξάντων κακῶν συμπλοκῇ, συναπαρτισθέντα εἰς ὑπερβολὴν καθ᾽ ὑπερβολὴν τὰ νῦν ἀσεβούμενα· τίνος εἵνεκα ἐξεῖπον ταῦτα; τὸ μὲν ὡς ἂν ῥᾳστώνην τινὰ λάβοιμι διὰ τῆς ἀναφορᾶς τῶν τὴν ταπεινήν μου ψυχὴν λυπούντων· τὸ δὲ ὅπως προσεδρευτικώτερον ποιήσαιμι τῇ νύξει τοῦ λόγου τὴν ἁγιωσύνην σου, ἐντυγχάνειν εἰς λύσιν τῶν κατεχόντων τῷ ἀγαθῷ ἡμῶν θεῷ· εὐϊλατεῖται γὰρ δικαίου σου ὄντος οἶδ᾽ ὅτι ὁ φιλάνθρωπος.