Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 263: To Abbot Constantine
σξγ΄. Κωνσταντίνῳ ἡγουμένῳ.
Προστίθημι τῇ προτεραίᾳ ἐπιστολῇ καὶ τήνδε, προσαγορεύων τὴν πατρικήν σου ἁγιωσύνην, ἣν ἐγὼ ἔχω διὰ πάσης ἀγαπητικῆς διαθέσεως, οὐ μόνον διὰ τὴν ἀρχῆθεν κραθεῖσαν ἡμῖν ἐν Χριστῷ σχέσιν, ἀλλὰ γὰρ καὶ διὰ τὴν ταυτοπάθειαν τῶν ὑπὲρ Χριστοῦ μαρτυρίων· πρότερον οὖν ἐν ἄστει σε εἶναι ἔμαθον διαγωνιζόμενον τὴν ὁμολογίαν κάλλιστά τε καὶ θερμότατα· εἶτα ἐξωρίσθαι ἐν τῇ Θρᾳκώων χώρᾳ· ἄρτι πάλιν ἦρθαι καὶ μεθορισθῆναι ἐν τῇ Βυζαντίδι· διαυλεῖς ὦ μάκαρ τὸν τῆς εὐσεβείας δρόμον· ἀλλὰ χαῖρε ὅτι σοι στέφανοι θεόπλοκοι, καὶ ἔπαθλα ἄφθαρτα αἰωνίως ταμιευόμενα· φθέγξαι καὶ αὐτὸς ἡμῖν τοῖς ταπεινοῖς ῥήματα ζωῆς· τοιαῦτα γὰρ τὰ παρὰ σοῦ, εἰ καὶ βραχυλογούμενα· εἰ δὲ μὴ, ἀλλά γε τὸ ὑπερεύχεσθαι τῆς ἀθλιότητός μου μὴ διαλείποις εἰς τὸ σώζεσθαι.