Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 264: To Michael of Synada

σξδ΄. Μιχαὴλ Συνάδωνι.

Πάλαι ἔμαθον ὅτι σὲ τὸν στύλον καὶ ἑδραίωμα τῆς ἀληθείας μεθῆκαν τοῦ προτέρου περιορισμοῦ οἱ καταλύται τῆς εὐσεβείας ἐν ἄστει κατέχοντες· καὶ ἐβουλόμην ἐπιστεῖλαι τῇ μακαριότητί σου, ἐπέσχον δὲ ἐμαυτὸν ἐκ τοῦ ἅπαξ καὶ δὶς φθέγξασθαι, καὶ μὴ ἀξιωθῆναι ἀντακοῦσαι· ἀλλ᾽ ἐπεὶ ἔκρινα εἰς ἑαυτὸν μέγα εἶναι μοι τῷ σμικρῷ καὶ εὐτελεῖ τὸ καὶ μόνον προσηγορίαν ἀκοῦσαι παρ᾽ αὐτῆς, ἣν νῦν ἐδεξάμην ὑπὸ τοῦ συνάθλου σου πατρός μου ἁγίου τῶν Καθαρᾶ διὰ γράμματος, εὐθύμως ἀφορμηθεὶς ἦλθον ἐπὶ τὸ γράφειν· οὐδεμίαν ὄνησιν φέροντος τοῦ λόγου τῇ θεοτελεῖ σου ἀρετῇ, ἐπεὶ πενιχρὸς καὶ ἀσύφηλος· ἐμοὶ δὲ τῷ ἁμαρτωλῷ παρηγορίαν ἐμποιοῦντος, ὡς παιδὶ τινὶ πατρὶ ἀξιαγάστῳ διαλεγομένῳ· ἐναθλοῦντι γενναίως ὑπὲρ Χριστοῦ· συνίημι γὰρ τὸν τόπον ἐν ᾧ κατέχῃ, κολαστήριον εἶναι ἐκλελεγμένον, οὐ τῇ θέσει τοῦ τόπου, ἀλλὰ τῇ κακώσει τοῦ κρατοῦντος· καὶ συνῆλθεν εἰς ταυτὸν δόκιμος κολαστὴς, πρὸς δοκιμώτερον ἀνταγωνιστήν· καὶ τὸ θέατρον κοινὸν, τοῖς μὲν ἀσεβέσι, κατ᾽ ἐλπίδα τεύξεσθαι τῶν ἐφετῶν, ἣν ὁ κύριος ἀπορῥαπίζει, ἡμῖν δὲ ἐναγώνιον· πῶς γὰρ οὔ; ὅμως καὶ ἐδράσιμον ἐν τῇ εὐανδρίᾳ στομουμένοις πρὸς τὴν ἄθλησιν· αὕτη μου ἡ βραχεῖα προσφώνησις, ἣν συγκαταβατικῶς δεξάμενος, ἀνταμείψεταί μοι τὰς ἱερὰς προσευχὰς εἰς ψυχῆς σωτήριον ἁγιώτατε ὁμοῦ καὶ περιπόθητε.

· Contents ·