Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 265: To Tithoes, His Son
σξε΄. Τιθόϊ τέκνῳ.
Καλῶς καὶ προσηκόντως ἀδελφὲ τὸ γράμμα σου, οὔτε πολυλογίαν ἔχον, οὔτε ἐλεῖπον τοῦ δέοντος· ὥστέ με ἡδέως ἀναγινώσκοντα εὐλογεῖν σε, καὶ εὔχεσθαι διαρκῆ εἶναι καὶ λόγῳ καὶ ἔργῳ· ἴσχυε οὖν ἔτι καὶ ἀνδρίζου, ἑαυτὸν ἀεὶ παρασκευάζων εἰς τὸν ὑπὲρ κυρίου θάνατον, τεχνούμενος ἐν ἀναγνώσει, ἐν τῇ καταλήψει τῶν τῆς ἀληθείας δογμάτων, καί γε τῆς προκειμένης εὐσεβείας· χαῖρε καὶ μὴ λυποῦ, ἀλλ᾽ εὐχαρίστει τὸν ἠγαπηκότα σε Χριστὸν ἐν τοιούτῳ μέτρῳ φθάσαι τῆς ὁμολογίας αὐτοῦ, ἐφ᾽ ᾗ ζωὴ αἰώνιος καὶ χαρὰ, ἀνεκλάλητος κἂν μελοκοπώμεθα, οὐχ ὅτι ἐὰν ἐγκεκλείσμεθα, καὶ μονούμεθα, καὶ ῥιγῶμεν, καὶ ὀλιγοψωμιζόμεθα· ὁ γὰρ μὴ οὕτως παρεσκευασμένος, ξηραίνεται ὡσεὶ χόρτος, ἤγουν ἐκπίπτει ὡς ἐξέπεσαν οἱ ἐκπεπτωκότες· σὺ οὖν ὦ τέκνον μου στῆθι, κακοπάθησον ὡς καλὸς στρατιώτης Χριστοῦ, τὴν ὁμολογίαν σου ἐκπλήρωσον, ὀρέγων χεῖρα, καθὰ καὶ γέγραφα, πρότερον τοῖς εἰς τὰ Στουδίου ἀδελφοῖς, εἰ ἔτι σώζονται ἐν κυρίῳ· ἐπειδὴ ἐξαιρέτως ἀνήκουσί σοι, ὡς σύναθλοι καὶ σύνοδοι· ὁ κύριος χρυσώσει σε τῇ καθαρότητι τῆς καρδίας· προσεύχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν ἠγαπημένε.