Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 266: To Silvanus, His Son
σξϛ΄. Σιλουανῷ τέκνῳ.
Ἤνεσα τὸν θεόν μου μαθών σου διὰ τοῦ γράμματος τέκνον τὴν ὑγιείαν· ἤσθην δὲ καὶ πάνυ ὅτι ἐξέδραμες τῶν ἐν ἄστει, συναφθεὶς τῷ ἀδελφῷ σου Λουκιανῷ, καὶ ζῆτε ἐν τοιούτῳ τόπῳ, οὗ ἀπέδρα κόμπος καὶ τάραχος, καὶ ἡ τῆς αἱρέσεως φλόξ· ἐναυλίζεται δὲ ἡσυχία καὶ ἀταραξία ἀφ᾽ ὧν ἐγγίνεται ἕξις ἀγαθὴ τῇ ψυχῇ, μάλιστα δὲ καὶ σοὶ ἔμμισθον ὁμοῦ καὶ φιλάδελφον ἐν τῇ λύπῃ τοῦδε, καὶ ἐμοὶ εὐπαρήγορον οὐκ ἀπαθῶς φέροντι· εὐλογημένος εἶ ἀγαπητέ· καλῶς διανοηθείη ὑμῶν τὸ σύναγμα ἐν κυρίῳ· κατευθυνθείη ὑμῶν τὸ ἔργον ὁσίως εὐκτικῶς ἐχόντων καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα σωζοίμεθα κατὰ πάντα.