Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 267: To Enodius and John, His Sons
σξζ΄. Ἐνωδίῳ καὶ Ἰωάννῃ τέκνοις.
Μικρᾷ συλλαβῇ τὴν ὑγείαν καὶ σεσωσμένην ὑμῶν δυάδα εἴδομεν ὡς κατ᾽ ὀφθαλμοὺς, καὶ χαίρομεν ὅτι ζῆτε ἐν κυρίῳ, κἂν θλιπτικῶς· πῶς γὰρ οὔ; τῷ διωγμῷ· ἀλλ᾽ ἡ ἐλπὶς κουφιζέτω τὰ λυποῦντα· οὐδεὶς χαίρων τὴν τοῦ κόσμου χαρὰν, χαρίσεται εἰς οὐρανούς· καὶ οὐδεὶς θλιβόμενος διὰ κύριον ἔνθεν, ἀποτεύξεται τῆς αἰωνίου ἀγαλλιάσεως· στερεοῦτε ἑαυτοὺς, παρακαλεῖτε, συμφράττεσθε, γνωσιματίζεσθε, ὡς ἂν ἔργῳ καὶ λόγῳ δοῦλοι θεοῦ χρηματίζοιτε, τῆς τοῦ θεολέκτου μακαρισμοῦ καταξιούμενοι· ἀεὶ γράφετε, ἵνα καὶ ἀεὶ δέχησθε ἐπιστολῇ ἐπιστολήν· προσεύχεσθε καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, εἰς τὸ σώζεσθαι.