Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 268: To Symeon, His Son

σξη΄. Συμεὼν τέκνῳ.

Ἐπειδὴ ἀνέγνων σου τὴν ἐπιστολὴν, καὶ κατέμαθον ὅπου καθέζῃ, καὶ ὅπως, καὶ μεθ᾽ ὅσους καὶ οἴους ἀδελφούς σου, τέκνον ἠγαπημένον, πάνυ ἀνεπάην ὁ ταπεινὸς καὶ εὐλόγησα ἀμφοτέρους, καὶ πρό γε τῶν ἄλλων σὲ τὸν καλῶς προηγούμενον, καὶ ἐξ ἀγαθῆς καταστάσεως ὑφ᾽ ἑαυτὸν ἑλόντα καὶ τοὺς λοιπούς· τοιγαροῦν φυλαχθείητέ μοι, ἐπὶ τὸ αὐτὸ συζῶντες ἐν εἰρήνῃ καὶ ὁμονοίᾳ, καὶ τὸν τοῦ διωγμοῦ διανύοντες σωτηρίως καὶ μεμακαρισμένως· καὶ γὰρ μακαρίους ὑμᾶς εἴρηκεν ἐν εὐαγγελίοις ὁ κύριος· ἡ εὐφημία μεγάλη, ἡ ἐλπὶς ἀνυπέρβλητος, καὶ γὰρ βασιλεία οὐρανῶν· στῆτε οὖν παρακαλῶ ἀδελφοί μου, στῆτε ἀκαταγώνιστοι ἔκ τε τῶν ὁρωμένων ἐχθρῶν καὶ ἀοράτων· παρασκευαζόμενοι μήπως καὶ συλληφθῆτε, καὶ ἵνα ἀθλοφορήσοιτε δυνάμει θεοῦ, καθὰ καὶ πολλοὶ τῶν ἀδελφῶν ὑμῶν· τέως δὲ ἕως ἂν οἰκονομῇ κύριος ἀσυλλήπτους μένειν, μένοιτε εὐζωοῦντες· τοῦτο μὲν ἀγαπητῶς ἔχοντες πρὸς ἀλλήλους καὶ ἀπαῤῥησιάστως, τοῦτο δὲ ὑποτασσόμενοι ἀλλήλοις ἐν φόβῳ Χριστοῦ· δῆλον ὅτι κεφαλῆς σου ἀδελφὲ προηγουμένου· πᾶν γὰρ τὸ ἀκέφαλον καὶ ἄναρχον, ἄτακτον καὶ στασιῶδες, οὗ λυτρωθείμεν· προσεύχεσθε περὶ εἰρήνης τῆς τοῦ θεοῦ ἐκκλησίας, περὶ πάντων τῶν διεσπαρμένων ἀδελφῶν ὑμῶν, καὶ μάλιστα τῶν εἰς τὰ Στουδίου ὑπὸ τοῦ ἀθέου Λεοντίου πιεζομένων καὶ λίαν τετρυχωμένων, καὶ μέντοι ἐνισταμένων κραταιότατα· ἔπειτα καὶ περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα σωζοίμεθα ἐν κυρίῳ· ὁ ἀδελφὸς ὑμῶν Νικόλαος πλεῖστα προσαγορεύει.

· Contents ·