Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 269: To Constantine, a Layman

σξθ΄. Κωνσταντίνῳ λαϊκῷ.

Εὐλογία κυρίου ἐπὶ σὲ καὶ ἐπὶ πάντα τὸν οἶκον σου, ἀνθ᾽ ὧν ἀποστέλλεις τῇ ταπεινώσει ἡμῶν, ἄνθρωπε τοῦ θεοῦ, κρίνον ὀρθοδοξίας, φίλε διάπυρε· εἰ κτᾶσαι φίλον ὥς φησιν ὁ λόγος, ἐν πειρασμῷ αὐτὸν κτῆσαι, ἐπειδή πέρ ἐστι κοινωνὸς θλίψεως, πίστεως φύλαξ, οὗ περ οὐκ ἔστι σταθμὸς τῆς καλλονῆς· τοιοῦτος σὺ, ἐξ ὧν ποιεῖς καὶ λέγεις πιστούμενος τὸν λόγον· ἀλλ᾽ ἄνες παρακαλῶ, μὴ ὑποπιέζεις σεαυτόν· εἰ δὲ οὐκ ἀνέχῃ, μηδὲ σὲ ὁ ἀγαθὸς θεὸς ἀοράτως εὐεργετῶν· ὃς καὶ διαφυλάξειέν σε ἔτι ἀσινῆ πανοικί.

· Contents ·