Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 270: To Cassia
σο΄. Κασίᾳ.
Οἷα ἡμῖν καὶ αὖθις ἐφθέγξατο ἡ κοσμιότης σου, ὁμοῦ μὲν σοφὰ, ὁμοῦ δὲ καὶ συνετὰ, ὥστέ με εἰκότως ἐστὶ ξενολογεῖσθαι καὶ εὐχαριστεῖν τῷ κυρίῳ· ἐπὶ κόρῃ ἀρτιφυεῖ, τηλικαύτην γνῶσιν ἐνορῶντα· οὐ μὲν οὖν κατὰ τὰς πάλαι, πολλοῦ γὰρ ἀποδέομεν καὶ ἄπειρον, καὶ ἄνδρες καὶ γυναῖκες τῆς ἐκείνων σοφίας καὶ παιδεύσεως οἱ νῦν· ὅμως δ᾽ οὖν ὅτι κατὰ τὸ παρὸν ὑπερήρας ὅτι μάλιστα· καὶ κόσμος σοι ὁ λόγος, πάσης ἐπικήρου εὐπρεπείας ὡραιότερος· ἀλλὰ τὸ ζητούμενον, ὅτι σύνδρομος καὶ ὁ βίος τῷ λόγῳ, καὶ οὐ σκάζοις περὶ θάτερον· εἴπερ οὕτω προείλου ἐν τῷ νυνὶ διωγμῷ πάσχειν ὑπὲρ Χριστοῦ· οὐχ ὅτι ἐμασιγώθης πάλαι ἀρκουμένη, ἀλλὰ γὰρ καὶ αὖθις σφαδάζουσα οἰονεὶ καὶ φέρειν οὐκ ἰσχύουσα, τὸν πυρπολούμενον ἔρωτα τῆς καλῆς ὁμολογίας, ἐν ᾗ φυλαχθείης διαζέουσα· ὄντως γὰρ οἶσθα τί καλὸν καὶ τί τερπνὸν, ἀλλ᾽ ἢ τὸ πάσχειν ὑπὲρ ἀληθείας καὶ πλεονεκτεῖν ἐν τοῖς παθήμασι· χρυσὸς δὲ καὶ ἄργυρος, δόξα καὶ εὐπάθεια, καὶ πᾶν ὅτι οὖν δοκοῦν εὖ ἔχειν τῶν ἐπιγείων, οὐδὲν οὐδαμῶς κἂν ἐξωνόμηνται τῶν καλῶν εἶναι· ἐπείπερ ἐν ῥοῇ καὶ ἀποῤῥοῇ, ὀνειρόμοια καὶ σκιόεντα· τί τὸ ἑξῆς; ἡ φιλομόναχός σου αἵρεσις τοῦ βίου, ὡς φῆς, μετὰ τὴν παῦλαν τοῦ διωγμοῦ· ὅπερ οὐκ ἐξένισέν με, εἰ καὶ ξένον· διὰ τί; ὅτι ἐκ τῶν προηγουμένων τὰ ἑπόμενά τις τεκμαίρεται· καὶ διάλληλος ἡ δεῖξις· εἰ καπνὸς, πάντως πῦρ προελεύσεται· κἀνταῦθα ἐπεὶ ὁμολογία Χριστοῦ, δῆλον ὅτι βίος τῆς μοναχικῆς τελειότητος ἀναλάμψειεν· ὡς μακαρία σὺ κατ᾽ ἀμφότερα· πλὴν ἐπιβολὴν ἐμῆς χειρὸς μὴ ἀποκαραδόκει, ἐπειδὴ ἁμαρτωλὸς, ἀλλ᾽ ἐκείνης, ἧς τῇ σεπτῇ ἐπιθέσει καθαγιασθήσῃ· τὴν ἐνεγκοῦσάν σε εἰς φῶς διαπλάσει τοῦ ἀληθινοῦ φωτὸς, ὡς ἡμέρας μητέρα πλεῖστα προσαγορεύω· ἧς, σὺν τοῖς ἀπὸ σοῦ εἰληφὼς τὰ δῶρα, δῶρον ἀνεθέμην τῷ κυρίῳ μου τὴν εὐχαριστίαν καὶ τὴν ὑπὲρ ἀμφοτέρων ἔντευξιν· πλὴν ὅτι πολὺ ὑμᾶς κατεβάρησα· ἀλλὰ κουφίσειεν ὑμᾶς νοουμένου φορτίου ὁ αἵρων τὴν ἁμαρτίαν τοῦ κόσμου.