Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 28: To a Consul
κη΄. Ὑπάτῳ.
Ἐδεξάμην σου ἀδελφὲ τὸ πιττάκιον, καὶ ἐπειδὴ ἐκβεβίακάς μου τὴν ταπείνωσιν, ἐν τῷ ἐλέει τοῦ θεοῦ τοῦ παρορῶντος πᾶν ἁμάρτημα συγχωρηθείη σοι ἐπιτίμιον· κοινώνησον οὖν ἀπὸ τοῦ δεῦρο τῶν ἁγιασμάτων, ἀσφαλιζόμενος ἑαυτὸν μηκέτι ἐμπεπτωκέναι ἐν τοῖς αὐτοῖς παραπτώμασιν, ἵνα μὴ ἀνίλεος ἡμῖν γένηται ἡ κρίσις εἰς αἰῶνας, μηδὲ μετὰ ἰατρείαν καὶ ταχεῖαν ἄφεσιν σωφρονήσασιν· ὁ θεὸς συγχωρήσει σοι ἀδελφὲ τὰ ἁμαρτήματα· εὔχου περὶ ἡμῶν τῶν ἁμαρτωλῶν.