Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 271: To Abbot Macarius
σοα΄. Μακαρίῳ ἡγουμένῳ.
Πάνυ ἐφιέμενος μαθεῖν ποῦ ποτ᾽ ἂν μεθορισθεῖσα σου ἡ ὁσιότης τηρεῖται, ἐπειδὴ ἐδεξάμην αὐτῆς τὸ γράμμα καὶ κατέμαθον, γαρᾶς ἐνεπλήσθην ὁ ταπεινὸς καὶ πρὸ τῆς ἀναγνώσεως· ἐπειδὴ δὲ καὶ ἀνέγνων, πῶς οὐκ ἂν ἔμελλον γήθειν, ὅτι μου ὁ πεφιλημένος πατὴρ ζῇς ἐν κυρίῳ, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνιζόμενος, τὸν θεοστιβῆ δρόμον διαυλίζων, καὶ τὴν πίστιν ἀποστολικῶς τηρῶν; μακάριος εἶ φερωνύμως ὦ μακάριε, καὶ μακαρισταῖος σου ὁ ἄθλος, καὶ πάλαι γνωριζόμενος, καὶ ἄρτι ἀκουτιζόμενος· ὅτι τῆς ἀγάπης τοῦ θεοῦ οὐδὲν προέκρινας, οὐδὲ ἐθέλχθης ὑποσχέσεσι τῶν τῇδε πρὸς τοῦ κρατοῦντος εἰσποιουμέναις· οὔτε μὴν ἐχαυνώθης ἀπειλαῖς ὑπανακρουομέναις· ἀλλ᾽ ἔμεινας ὁ αὐτὸς στρατιώτης Χριστοῦ, ὁμολογητὴς ἱερὸς, μάρτυς ἐτίζωος, μὴ καταισχύνας τὸν πάλαι βίον, τοὐναντίον δὲ λαμπρύνας τοῖς φθάσασιν ὅτι μάλιστα· τὸ δὲ ἡμέτερον, οὐκ ὡς ἐξ ἀγάπης καὶ ἄγαν ταπεινώσεως φῆς ἔχει, ὦ πατέρων κράτιστε· ἀλλ᾽ ὡς αὐτοὶ ἡμεῖς ἐν ἑαυτοῖς ἴσμεν· πῶς; ὅτι ἀνάξιοι καὶ τοῦ καλεῖσθαι ὑμῶν τοῦ ἀριθμοῦ, διὰ τὸ πλῆθος τῶν ἁμαρτιῶν· πλὴν ὅτι στένομεν ἐπὶ τοῖς προκειμένοις· πῶς ἀπελάκτισαν οἱ ἠγαπημένοι; πῶς καὶ οἱ δοκοῦντες εἶναί τι, ἐξ ἐναντίας ἔστησαν; οὓς, κἂν μὴ ἐξονοματίσοιμι, ἐπίσταταί σου ἡ ἁγιωσύνη· προσθείην δ᾽ ἂν, καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ· καὶ Ἀβεσσαλὼμ οὐχ εἷς, ἀλλὰ πολλοί· καὶ ἄνθρωποι πονηροὶ καὶ γόητες προκόπτοντες ἐπὶ τὸ χεῖρον πλανῶντες καὶ πλανώμενοι· καὶ τὰ σπήλαια τοὺς διωκομένους ἔχουσι, καὶ γελᾶται τὸ μέγα τῆς εὐσεβείας μυστήριον, καὶ κωμῳδεῖται Χριστὸς ἐγγεγραμμένος σὺν μητρὶ καὶ θεράπουσι· ταῦτα πῶς οὐ λυπηρὰ καὶ δακρύων ἄξια; ἀλλ᾽ ὦ ἱερώτατε, δίδου χεῖρα πρεσβευτικὴν τῇ πεπτωκυίᾳ ἐκκλησίᾳ, ὅπως ἐξεγερθεὶς ὡς ὁ ὑπνῶν κύριος, ἐπιτιμήσειεν τῷ νοητῷ λαίλαπι, καὶ καταστορέσειεν εὐδίαν εἰρηνόδωρον· προσεύχου περὶ τοῦ παιδός σου, καί γε περὶ τοῦ συνόντος μοι ἀδελφοῦ, ὃς καὶ προσαγορεύει, διασώζεσθαι ἡμᾶς ἐν κυρίῳ.