Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 272: To Irene the Patrician
σοβ΄. Εἰρήνῃ πατρικίᾳ.
Τί σοι κόπους παρέχω, ὦ φιλόθεε καὶ φιλομόναχε; αἱ ἀποστολαί σου ὑπὲρ τὴν ἀξίαν μου· ἤρκουν αἱ πάλαι καὶ πρόπαλαι πολλαὶ καὶ ἡλίκαι· τί καὶ αὖται; ἀλλ᾽ ἔοικας τῇ σολωμοντίῳ βδέλλῃ, τῇ περὶ τὸ εὖ ποιεῖν οὐ κορεννυμένῃ, καὶ οἱονεὶ ἐκπιέζουσα τὸ οἰκεῖον αἷμα εἰς τροφὴν ἄλλων· καί περ οὐ τοῦτό σοι μόνον γνώριμον, ἀλλὰ πολλὰ τὰ συντρέχοντα, ζῆλος, πόθος, ἔρως εἰς θεόν· κἂν μικρὸν ὑποπεπτώκαμεν, πάλιν οὖν ἀνακλητέον, καὶ τὴν ὁδὸν κυρίου πορευτέον· πάρες τὸ λυπηρὸν, ἀνάλαβε χαρὰν πνευματικήν· ἐπείπερ ἐγγὺς κύριος τοῖς ὑπομένουσιν αὐτὸν, ὃς ἔτι λαλούντων ἡμῶν τὰ τῆς προσευχῆς ῥήματα, ἐρεῖ ἰδοὺ πάρειμι· τῇ κυρίᾳ Εἰρήνῃ εἰρήνη θεοπάροχος, ἧς ἀπεδεξάμην καὶ τὴν εὐλογίαν· ἣν ἐλπίζω εἰς τὸν ὑψηλὸν βίον τῆς μοναδικῆς πολιτείας ἀναδραμήσεσθαι· ὁπότε μεταστρέψειεν κύριος τὴν καταιγίδα εἰς αὖραν.