Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 273: To Paul, His Son
σογ΄. Παύλῳ τέκνῳ.
Ἀνέγνων σου τὴν ἐπιστολὴν, τέκνον, καὶ εὑρὼν ὅτι ὑγιαίνεις καὶ σώματι καὶ πνεύματι, ηὐχαρίστησα τῷ κυρίῳ· καὶ καλῶς ἐποίησας ὅτι ἔγραψας· μάλιστα σημάνας, ὅτι σου καὶ ὁ νοῦς ἡδραίωται ἐν τῇ πίστει, ἀλλ᾽ εἴη καὶ ἐν τῇ πράξει· διὸ πρόσεχε σεαυτῷ, φεύγων πᾶσαν παῤῥησίαν ὡς ὄλεθρον ψυχῆς· ἀπέχου καὶ τῶν πονηρῶν λογισμῶν, ὡς ἐμπυρισμὸν καρδίας καὶ ἀπώλειαν· φοβοῦ τὸν θεὸν καὶ ἐν τρόμῳ δούλευε αὐτῷ, τελῶν τὰς καθηκούσας ψαλμῳδίας καὶ ἀγρυπνίας· μὴ ἔσο ἀργὸς, ἀλλὰ καματηρός· μὴ γελοιαστὴς, ἀλλὰ θρηνητής· μὴ ἀργολόγος, ἀλλὰ χρησιμορήμων· ταῦτα οὐ σοὶ μόνῳ, ἀλλὰ καὶ τῷ Ἀντιπάτρῳ, καὶ τῷ ἑτέρῳ ἀδελφῷ λέγω· οὓς καὶ προσαγορεύω καὶ εὔχομαι ὡς ἁμαρτωλὸς σώζεσθαι ἀμφοτέρους.