Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 274: To Letoius, His Son
σοδ΄. Λητοΐῳ τέκνῳ.
Χαίρω ἀκούων σου τῆς φωνῆς, τέκνον, ὡς αἱ μητέρες τῶν νεοττῶν· καὶ μάλιστα ὅτι ἐγγιώτερον μᾶλλον ἡ παροικία σου, ἤγουν ἡ φυγαδεία, τῇ φυλακῇ ἡμῶν κατέστη· ἀφ᾽ οὗ γέγονεν οἰκονομία μεταγράψαι σε τὰς προλαβούσας ἐπιστολάς· ἀλλὰ δέξαι καὶ ἑτέρας· οἶδα δὲ ὅτι πολὺ κεκοπίακας· ἀλλὰ καὶ ἔτι ἀγαπητὲ κοπίασον· εἰδὼς ὅτι μισθός σοι οὐχ ὁ τυχὼν, ἡμισεύοντί μοι τῷ ἁμαρτωλῷ εἰς κέρδος ψυχῆς· εὖ δὲ ποιήσειεν κύριος τῷ ξενοδοχοῦντί σε, ὅτι ἐμνήσθη φιλίας καὶ ἔχεται εὐσεβείας· ὃν διὰ σοῦ πλεῖστα προσαγορεύω, ἀπολογουμένου ὡς ὅτι ἐμοὶ τὴν ἐλεημοσύνην ποιεῖται· τὰ κεφάλαια ὅτι ἐκστηθίζεις, καλῶς· μᾶλλον γὰρ εἴσῃ δύναμιν τῶν λεγομένων· πλὴν ὅτι παρὰ τοὺς ἄλλους, κεχορήγηταί σοι ὑπὸ κυρίου τὸ νοεῖν· ἀντίδος αὐτῷ εὐχαριστίαν ἔμπρακτον, τέκνον· προσεύχου περὶ ἡμῶν· ὁ ἀδελφὸς προσαγορεύει σε· σωθείης ἀεί.