Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 275: To Canonesses

σοε΄. Κανονικαῖς.

Ἐπειδὴ ὑμεῖς οὐκ ἐνδιδεῖν φιλεῖτε εἰς τὸ εὖ ποιεῖν, οὐδὲ ἡμεῖς οἱ ταπεινοὶ εἰς τὸ ἐπιστέλλειν· ἀλλὰ μικροπρεπὴς ἡ ἀντάμειψις, ἔργῳ λόγοι· πείθομαι δὲ καὶ ἔργα, καὶ πολὺ τῶν τῇδε ἔργων τιμαλφέστερα· πηνίκα καὶ πρός τινος; παρὰ θεοῦ καὶ ἐν τῷ μέλλοντι αἰῶνι· οὐδὲν γὰρ θεῷ ἀλόγιστον, καὶ μάλιστα τῆς ὑμετέρας μεγαλοψυχίας ἡ προσφορά· ἣν δεξάμενοι καὶ νῦν, τὰ εἰκότα ὑμῖν ὑπερευξάμεθα, ἀρκούμενοι καὶ μὴ ἐπιζητοῦντές τι ἕτερον, ἀρκετὸς γὰρ ὁ κόπος· ὑμεῖς δὲ μητέρες καὶ ἀδελφαὶ ἐν κυρίῳ τὸν καλὸν ἀγῶνα τῆς μοναδικῆς πολιτείας ἀγωνιζόμεναι, χαίρετε, εὐσθενεῖτε ἐπειγόμεναι πρὸς τὰ κρείττονα· ἐπειδὴ οὐ στάσις τῷ πορευομένῳ τὴν εἰς ἀρετὴν φέρουσαν ὁδόν· ἄφθαστος γὰρ καὶ καταλαμβανομένη· μακάριαι οὖν ἐστὲ προελόμεναι τὸν ἐν παρθενίᾳ βίον, τὸν ὄντως ἀγγελικὸν καὶ οὐράνιον, ὃς κοπῶδες μὲν καὶ βίαιον οὐ τὸ τυχὸν ἀλλὰ καὶ μάλα ἱδρωτικὸν ἔχει, ἀνταπόδομα δὲ βασιλείαν οὐρανῶν· οὐ μὴν ἀθυμητέον καὶ ὑποχαυνωτέον ἐν τοῖς πόνοις· εἰ γὰρ ὁ τῶν ἐπικήρων ἐφιέμενος τυχεῖν, οὐχ ὑποκλάζει οὐδὲ ἐνδίδωσιν ἕως ἂν κατάσχοι τὸ ζητούμενον, καί περ ὃν οὐκ ἀναφαίρετον ἀλλὰ μεταπίπτον καὶ ἀπολλύμενον, τυχὸν δὲ καὶ ἐφόδιον αἰωνίου κολάσεως, πόσῳ μᾶλλον ἡμῖν οὐκ ἀποκνητέον ἀλλ᾽ ἐμπυριστέον, εἰς τὸ δουλεύειν θεῷ ζῶντι, καὶ ἀναμένειν τὸν υἱὸν αὐτοῦ ἐκ τῶν οὐρανῶν ἀνθρωποπρεπεῖ θέᾳ, ὃν ἀρνοῦνται ἐγγεγραμμένον οἱ νῦν αἱρετίζοντες· φεύγετε κύριαι τὸν ὄλεθρον· οὕτως ἐλεύσεται ὃν τρόπον ὥφθη ἀναλαμβανόμενος· πῶς δὲ ὦπται; ὡς ἄνθρωπος εἰκονιζόμενος κρῖναι τὰ σύμπαντα, σὺν τοῖς ἠρνημένοις αὐτὸν γραφόμενον· τὸν βίον παρακαλῶ σύνδρομον τῇ πίστει ἀκριβεύεσθε· αἱ ὑπὸ ζυγόν φησιν, δότε τί καὶ θεῷ· αἱ παρθένοι τὸ πᾶν θεῷ· μὴ γίνοισθε ὥς τινες τῇ ἀκαλλεῖ συνηθείᾳ ἐμφυρόμεναι, ὑλάζουσαι τὰ περιττά· ἐφήμερος ἡ ζωή· διὰ χειρῶν ὁ βίος· τῶν σχέσεων ἀποῤῥάγητε, τῷ Χριστῷ συνδουλούμεναι, ἐπείπερ διχοδεσμεῖσθαι οὐχ οἷον τε· τὴν σάρκα ὑποπιάζοιτε, δουλαγωγοῦσαι τῷ πνεύματι· τὴν καρδίαν καθαίρετε, ἵνα κατ᾽ ἀμφότερα παρθενεύητε· τοῦτο γὰρ τὸ ὑπερφυὲς καὶ ζητούμενον· ἀγαπῶν ἐν κυρίῳ ὡς ἂν ἐπὶ μητρός μου ἢ ἀδελφῆς, ὑπέμνησα· αὐταὶ δὲ προσεύχεσθε, ἵνα ὧν ἄλλοις καθίσταμαι διδάσκαλος, τούτων πληρωτὴς γένοιμι· σωθείητε.

· Contents ·