Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 276: To Epiphanius, His Son
σοϛ΄. Ἐπιφανίῳ τέκνῳ.
Καὶ αὖθις ἤκουσα τῆς φωνῆς σου, τέκνον ἠγαπημένον, καὶ ἔδοξα κατ᾽ ὀφθαλμούς σε ὁρᾶν καὶ περιπτύσσεσθαι· ἀλγεῖς ὅτι ἀφέθης ἄδεσμος· εἴη χάρις τῷ οὕτως οἰκονομήσαντι κυρίῳ· σὺ δὲ τῇ προθέσει δέσμιος, καὶ τῇ ὁμολογίᾳ μακάριος· πλὴν οὐκ οἶδας τί τέξεται ἡ αὔριον· ἔσο τοίνυν παρεσκευασμένος, καὶ ὅπη τῷ θεῷ φίλον ἀγέσθω τὰ κατὰ σέ· παντὶ φυλακῆς χρεία, ἑκασταχοῦ ὁ διώκτης ἐχθρός· ἔχου τέκνον μου τῆς σωτηρίας σου ὅπου περ ἂν εἴης, προσευχόμενος περὶ τοῦ ἁμαρτωλοῦ σου πατρός· εἰς τὸ ἀπάραι σε πρὸς τὰ δυτικὰ, ἡνίκα ὑπέστρεψαν οἱ ἀδελφοὶ, δι᾽ εὐχῆς μοι μάλα πληροῦντα τὰ θεοφιλῆ καὶ ἀναγκαῖα, αἴροντα δηλονότι καὶ τὰ γράμματα. Ἃ δὲ ἐκεῖσε πέπρακται ὑπὸ τοῦ πρὶν προεδρεύσαντος μαθὼν, ἐξέστην καὶ εἰς ἐλεεινολογίαν κατέληξα· πῶς δὲ οὐκ ἐσήμανας περὶ τοῦ Φιλαγρίου, οὗ ἡ μέριμνα πιέζει μου, τὴν ταπεινὴν ψυχήν;