Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 277: To the Same
σοζ΄. Τῷ αὐτῷ.
Ἐκ παραδόξου μοι τὸ γράμμα σου, ὦ φίλτατον τέκνον· ὃν γὰρ προσεδοκοῦν ῥωμαίζειν, ἐκ Βυζαντίου μοι φθέγγεται· καὶ ὃν ἐλογιζόμην ἀφέμενον εἶναι, δέσμιος ἤκει· τί τοῦτο; δῆλον ὅτι προνοίας θεοῦ τὸ ἔργον, ἵνα καὶ σὺ μετασχοίης σὺν τοῖς ἱεροῖς ἀδελφοῖς σου τῶν ὑπὲρ Χριστοῦ παθημάτων, οὐ μόνον ὡς τῶν προσευχόντων ὦν, ἀλλὰ καὶ τῶν πολλῶν ἐν γνώσει διαφέρων, καὶ τὸ πρωτεῖον τῶν γραφέων ἔχων· προσθείην δ᾽ ἂν καὶ ὡς στόμα τῆς ταπεινώσεώς μου ὑπάρχων· σὺ μὲν οὖν ἐφθέγξω ἃ ἐφθέγξω ἐν τοῖς γράμμασιν ἐκθειάζων τὰ ἐμά· σὰ δὲ εἰπεῖν ἀληθὲς, ἐπειδὴ υἱῷ τὰ πατρὸς ἀνήκει, καὶ τοῦ μέτρου διὰ τὸν πόθον ἐξιστάμενος· ἐγὼ δὲ παρακαλῶ στῆναι γενναίως ἐν τοῖς ὑπὲρ Χριστοῦ ἀγωνίσμασι, πάντα φέρων τὰ μέχρις αἵματος· ἐπειδὴ οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς ὡς γέγραπται· ἄλλως τε, ὅτι καὶ προήρου κατ᾽ ἀρχὰς ὑποβληθῆναι τοῖς ὁμολογηταῖς, καὶ σαυτὸν ἐπέῤῥιψας μικροῦ δεῖν τῷ κινδύνῳ· νόμιμον οὖν τὸ μαρτύριόν σοι ᾠκονομήθη ἀδελφὲ ἄρτι ἀχθέντι κατὰ λόγον· μὴ οὖν ἀναδύωμεν, ἀντιβολῶ· μηδὲ ἐλεήσωμεν σάρκας, ἀλλὰ προϊσώμεθα ταύτας εἰς ὅ τι ἂν καὶ παρασκευάσοι Χριστὸς, ἵνα καὶ ψυχὴν καὶ σῶμα εἰς ἀθάνατα ἀγαθὰ ἐμβάλωμεν· προσεύχου καὶ αὐτὸς τὰ ἴσα περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ· ὁ σὺν ἐμοὶ ἀδελφὸς προσαγορεύει.