Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 283: To Symeon the Monk
Συμεὼν μονάζοντι.
Τὸ παρὰ τῆς τιμιότητός σου προταθὲν ἐρώτημα ὀφείλει οἴκοθεν τὴν διασάφησιν εἰληφέναι· οὐδὲ γὰρ τῶν ἀμυήτων, ἀλλὰ καὶ ἄλλους ὠφελεῖν ἰσχυόντων ὑπάρχει. ποία γὰρ κοινωνία, φησὶν ὁ Ἀπόστολος, φωτὶ πρὸς σκότος· ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; εἰ οὖν τὸ ποτήριον τῆς εὐλογίας κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστι, καὶ ὁ ἄρτος ὃν κλῶμεν κοινωνία τοῦ σώματος τοῦ Χριστοῦ ἐστι· δῆλον ὅτι καὶ τό αἱρετικὸν ποτήριον καὶ ὁ ἄρτος κοινωνία τοῦ ἀντικειμένου ἐστίν. εἰ δὲ ταῦτα οὕτως ὁμολογουμένως, φανερὸν ὅτι ἐπὶ τῶν κεκοιμημένων ἐν τῇ ἑκατέρᾳ κοινωνίᾳ, ἐν ταύτῃ καὶ τὴν ἀποκλήρωσιν σχοίη· ἡμῖν δὲ φυλακτέον ἐπὶ τῶν τοιούτων τὴν ἀναφορὰν ἐγκεκριμμένως ποιεῖσθαι· ἵνα μὴ ἀκούσωμεν. αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε.