Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 29: Without Address

κθ΄. Ἀνεπίγραφος.

Οὐκ ἔδει τὸν τῆς εὐσεβείας θησαυρὸν εἰς προῦπτον κεῖσθαι· ἐλυμαίνετο γὰρ ἂν ἐκ τῶν τῆς ἀσεβείας λωποδυτῶν καὶ μὴ βουλόμενος· εἰκότως οὖν λοιπὸν ὑπὸ θεοῦ περιώρισται εἰς εὐπορίαν ὀρθοδοξίας τῇ τοῦ θεοῦ ἐκκλησίᾳ· τοιοῦτόν σοι τὸ κλέος, ὦ μοι πατέρων ἄριστε καὶ ὀρθοφρόνων κράτιστε καὶ ἐπιπόθητε· λυπηρὰ τὰ ἐπαχθέντα, πῶς γὰρ οὔ; οἴκου ἀφαίρεσις, φίλων στέρησις, τέκνων διάζευξις, ἑτέρων ὅτι μάλιστα οὐκ ὀλίγων τῶν ἐμποιούντων τὰ ἀλγεινὰ, καθ᾽ ἣν μάλιστα ἔσχες καὶ ὑπεροχὴν προσώπου· ἀλλὰ θάρσει, ὦ πανσύνετε, ὅτι πρόβολος ἐγνωρίσθης εὐσεβείας, μέγας ἐν τῇ περιγείῳ ἀξίᾳ, μείζων ἐν τῷ οὐρανίῳ ἀξιώματι, περιβόητος ἐν τῇ κοσμικῇ χρησιμεύσει, περιβοητότερος ἐν τῇ μοναδικῇ θεωρίᾳ· ἔχω σε ἀεὶ κατ᾽ ὀφθαλμοὺς ψυχῆς μου, περιπτύσσομαι ἀπὸ φιλημάτων μου καρδίας· προσεύχομαι, ὡς ἁμαρτωλὸς, ὑγιαίνειν σε τῷ σώματι, περιέπεσθαί τε ἐν χειρὶ θεοῦ κατὰ πάντα· ὃ καὶ ὁ δεσπότης μου ὑπὲρ τέκνου σου ποιεῖν μὴ διαλείποις, προσαγορεύων εἰ οἷόν τε τὸν Καλόγηρον· εἰ δ᾽ οὖν κἂν τὸν κύριόν μου τὸν τοῦ θεοῦ ἄνθρωπον τὸν Σπαθάριον λέγω.

· Contents ·