Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Supplement 285 (to Letter II.93)

σπε΄. Τῇ ἡγουμένῃ τῶν Γορδίνα.

Ἀπήτησεν ἡμᾶς ὁ ἀγαπητὸς ἡμῶν ἀδελφὸς Ἀντώνιος τὸ παρὸν γραμματεῖον, λέγων ὅτι τοῦτο ὑπεσχόμην πάλαι ποιῆσαι· καὶ δι᾽ αὐτὸ οὖν τοῦτο, καὶ διὰ τὰς ἀποστολὰς ὑμῶν, ἰδοὺ προσφθέγγομαι καὶ προσαγορεύω ὑμᾶς ὡς μητέρας, ὡς ἀδελφὰς ἐν κυρίῳ· μεμνημένος τῆς ὑπαντῆς ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης ἧς ἐνεδείξασθε εἰς τὸ ὄνομα αὐτοῦ, διαφυγοῦσαι τὴν κοινωνίαν τῶν αἱρετικῶν, καὶ διατηρήσασαι ἀσπίλους ἑαυτὰς ἀπὸ τοῦ κόσμου· βλέπετε οὖν καὶ πρὸς τὸ ἑξῆς, ἅγιαι, ἐπειδὴ ἔτι ἐνίσταται ἡ ἀσέβεια, τηρήσατε τὴν παρακαταθήκην τῆς πίστεως ἄσυλον· ὡς εἰ δέοι καὶ ἀποθανεῖν, μετὰ χαρᾶς πρείσθαι ἑαυτὰς, ἢ τῆς ζύμης μετασχεῖν τῶν ἑτεροδόξων· καὶ μὴν καὶ κατὰ τὸν βίον παρακαλῶ ὑμᾶς ὁσίως πολιτεύσασθαι· μὴ γίνεσθε κλέπτριαι δούλης ἡδονῆς, ἀλλὰ τῇ παρθενίᾳ ᾗ Χριστὸς ὑμᾶς ἐνυμφεύσατο· ἁγνίζετε καρδίας καὶ σώματα, φεύγουσαι ἀῤῥένων ὄψεις ὁρᾶν ὅσον δυνατόν· ἐκ γὰρ τοῦ βλέπειν, πῦρ ἀνάπτεται καὶ φλέγει ἁμαρτία· ἡ ἡγουμένη, ὡς ἡγουμένη ἔστω, ὑποτύπωσις ἀγαθοεργίας προκειμένη· αἱ μαθήτριαι, ὡς μαθήτριαι ἓν θέλημα ἔχουσαι, μίαν καρδίαν, μὴ ἐρεσχελοῦσαι, μὴ βαττολογοῦσαι, μὴ ἰδιοκτημονοῦσαι, ἀλλὰ τὴν διδάσκαλον ἀναπνέουσαι, τὰ παρ᾽ αὐτῆς ἐγκεκριμένα φυλάττουσαι ἐν νόμῳ κυρίου· εἰ δὲ ταῖς μαθητρίαις ταῦτα ἀνήκει, πόσῳ μᾶλλον τῇ καθηγουμένῃ, ἧς ὅσος ὁ μισθὸς τῆς προστασίας, τοσοῦτος καὶ ὁ κίνδυνος τῆς διαμαρτησίας· τὸ ἐμὸν καὶ τὸ σὸν λέγειν ἐν κοινοβίῳ, οἰχέσθω ὡς μυρίων πολέμων αἴτιον· τὸ ἰδιορυθμεῖν καὶ ἰδιοπραγεῖν, ἐξοριζέσθω ὡς διαλυτικὸν εὐταξίας· τὸ γλωσσομαχεῖν καὶ θορυβοποιεῖν, ἀπεληλάσθω ὡς ἀνόσιον μοναζούσαις· ἀλλ᾽ εἴ τι σιωπηλὸν, εἴ τι εὐκτικὸν, εἴ τι ψαλμικὸν, εἴ τι ἐργαστικὸν, ταῦτα πράσσετε· καὶ ὁ θεὸς τῆς εἰρήνης καὶ τῆς ἀγάπης ἔσται μεθ᾽ ὑμῶν· προσεύχεσθε περὶ ἡμῶν τῶν ἁμαρτωλῶν, ἵνα καὶ ἡμεῖς σωζοίμεθα· ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν· ἀμήν.

· Contents ·