Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Supplement 286 (to Letter II.95)
σπϛ΄. Βασιλείῳ ἡγουμένῳ.
Ὁπόσης δὲ ταύτης, δηλώσει ὁ ἀδελφὸς Εὐσέβιος, ὃν σὺν ἑτέροις δυσὶν ἀδελφοῖς κατὰ τὴν αἴτησίν σου εἴασα εἶναι ἐν τοῖς αὐτόθι, οἰκονομίας τρόπῳ, τοῦ τε ἐκείνους καταπαῦσαι ἁλωμένους ὦδε τε κἀκεῖσε, καὶ τοῦ σὲ σχεῖν παραμύθιον εὐψυχίας· οὐ μὴν τοῦ ἐν ᾧ τόπῳ καθέζῃ μοναστηρίῳ, ἀλλαχῇ δὲ που ὑποτελοῦντι τῇ μονῇ ἀγριδίῳ· φύλαξαι οὖν ἀγαπητὲ πρὸς τὸ ἑξῆς καθὰ καὶ ὑπέσχου τοῦ μηδόλως ἔτι ὑποπεσεῖν· μήτε μὴν ἀπιέναι εἰς ὄψιν τοῦ Ἀντωνίου, ἀλλ᾽ ἑτοίμως ἔχειν ἐκστῆναι οὐ μόνον μοναστηρίου, ἀλλὰ καὶ τῆς σαρκὸς εἵνεκα τῆς ἀγάπης Χριστοῦ.