Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Supplement 287 (to Letter II.94)

σπζ΄. Εὐδοκῷ παρθενευούσῃ.

Οὐκ ἔστι καλὸν φιλίας καὶ εὐεργεσίας ἐπιλανθάνεσθαι· εἰ γὰρ ἄλογα ζῶα καί περ νοῦ ἐστερημένα οἶδεν ἀποσώζειν διάθεσιν τοῖς εὐεργέταις, πόσῳ γε μᾶλλον προσῆκον ἡμῖν τοῖς κατ᾽ εἰκόνα θεοῦ γεγενημένοις, ἀνεπίληπτον ἔχειν τὸ πρὸς τοὺς φίλους μνημονικόν; διὰ τοῦτο ἔργον ἔχομεν ἀποστεῖλαι πρὸς τὴν τιμιότητά σου τὸν ἠγαπημένον ἡμῶν υἱὸν Προτέριον, αὐτὸ τοῦτο δηλοῦντες ὅτι οὐκ ἐπιληλήσμεθα, ἀλλὰ γὰρ καὶ πάνυ μνημονεύομεν καὶ ἐπὶ γλώσσης φέρωμεν καὶ ἄλλοις διηγούμεθα τὴν περὶ ἡμᾶς τοὺς ἁμαρτωλοὺς συμπάθειάν σου ὅση δὲ καὶ ἡλίκη αὕτη· ὅτι ἐν καιρῷ πειρασμοῦ, ἐν καιρῷ τοῦ κατὰ Χριστὸν διωγμοῦ ὁπότε ἐφυλακίσθημεν κ. τ. λ.

· Contents ·