Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Supplement 288 (to Letter II.96)
σπη΄. Νικήτᾳ κουράτωρι.
Οὐδὲν φίλου πιστοῦ ἀξιολογώτερον· ἀλλ᾽ ὅταν μεσολαβῇ ἐν τοῖς φιλουμένοις ἡ περὶ τὴν πίστιν διαφωνία, τότε τῇ πίστει συνδιασχίζεσθαι καὶ ἡ ἀγάπη πέφυκεν· τί οὖν ὅτῳ προοιμιασάμεθα, δέσποτα; πάντως οὐκ ἀγνοεῖ ἡ θαυμασιότης σου οὔτε τὴν πρώτην φιλίαν οὔτε τὴν μετέπειτα διάστασιν· διὰ τοῦτο ἐπὶ ταῖς τῆς ὑπερευφημότητός σου ἀποστολαῖς, ἰλιγγιάσαμεν εὐθὺς πρὸς τὸ δέξασθαι· ἐπειδὴ δὲ ὁ ἀδελφὸς ἡμῶν Γλυκέριος ἀπήγγειλεν οὕτως καὶ οὕτως, ὅτι καὶ ἡ φιλία μένει, καὶ ἡ ὀρθοδοξία ἔῤῥωται, δέει δὲ μόνον ἀνθρωπίνῳ ἡ ὑπόπτωσις καὶ ἡ ὡς πᾶς φιλόζωος αἱρετικὴ κοινωνία, ἐπὶ τὸ φιλανθρωπότερον ῥέψαντες, καὶ τὴν προσηγορίαν καὶ τὴν προσφορὰν ἀπεδεξάμεθα, καὶ πάλιν ἠγαπήσαμεν καὶ εἰς τὸ πρότερον ἀνεδράμομεν· μάλιστα ἀκηκοότες ὅτι σοῦ παρασκευάζεται ἡ τιμιότης ἱερᾶς εἰκόνας ἀναστῆσαι ἐν τῷ εὐκτηρίῳ οἴκῳ, ὅπερ ἀπόδειξις θερμοτέρου ζήλου· καί γε, τιμαλφέστατε, ἐναργὴς ἡ τῶν εἰκονομάχων πλάνη· πάλαι γὰρ ὅτε θεὸς ἄσαρκος ἦν, οὐκ ἦν ὁμοιοῦν θεόν· θεὸν γάρ φησιν οὐδεὶς ἑώρακε πώποτε· καὶ ὁ τοῦτο ποιῶν, εἰδωλολάτρης· ὁπότε δὲ ὁ λόγος καὶ θεὸς σὰρξ ἐγένετο ὁμοιωθεὶς ἡμῖν κατὰ πάντα, τηνικαῦτα περιγράφεται, ἤγουν ἐφ᾽ ἴσης ἡμῖν ἐξεικονίζεται, εἴπερ ἀληθεύει ὁ λέγων ἀπόστολος, θεὸς ἐφανερώθη ἐν σαρκί· εἰ δὲ τοῦτο καὶ ἐξεικονίσθη ἐν σαρκί· καὶ ὅτι ἂν εἴποις ἕτερον ἀνθρώπινον, ἔφαγεν ἐν σαρκὶ, ἵδρωσεν ἐν σαρκὶ, ἔκλαυσεν ἐν σαρκὶ, ἔπαθεν ἐν σαρκί· εἴ τι οὖν βούλει λέγειν, ὑπαντήσει τὸ ἐν σαρκί· καὶ ἔῤῥωται τηλαυγῶς ὁ λόγος· καὶ τὸ ἀνατρέψαι τὸ εἰκονίζεσθαι αὐτὸν ἐν σαρκὶ, συνανατρέπει πάντα τὰ προειρημένα ἀραρότως· καὶ οὕτως ἀνάγκη λέγειν οὐκ ἐφανερώθη θεὸς ἐν σαρκί· οὗ τί ἂν γένοιτο ἰουδαϊκώτερον; ταῦτα ὡς ἐν ἐπιστολῆς μέτρῳ λέλεκται· ἐὰν δὲ δῷ θεὸς ὀψέ ποτε ἰδεῖν ἡμᾶς ἀλλήλους, τότε τοσαῦτά σοι λαληθήσεται ἀληθείας δόγματα περί τε γραφῆς καὶ προσκυνήσεως τῶν ἁγίων εἰκόνων, ὅσα οὐδὲ τὸ τίμιόν σου δυνηθείη ἀκοῦσαι.