Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Supplement 289 (to Letter II.98)

σπθ΄.

Μετὰ Γιεζεῖ τοῦ κλέπτου μὴ δὴ οὕτως ἀδελφοὶ φρεναπατᾶσθε, μηδὲ τοιαύτῃ διαθέσει φθαζόμενοι, ἔνοχοι εὑρεθῆτε κρίματος αἰωνίου· ἐπεὶ εἰ τοῦτο, κἀγὼ ποιήσω οὕτως καὶ διανείμω τοῖς κατὰ σάρκα ὅσα ἐν χερσί μου· εἰ δὲ ἐν ἐμοὶ τοῦτο οὐδὲ ἀκοῦσαι ἀνέχεσθε, οὐ γὰρ ἡγουμένου τὸ ἔργον ἀλλὰ ἐχθροῦ θεοῦ, εἰκότως οὐδὲ ἐγὼ περὶ ὑμῶν· καὶ διὰ τοῦτο ἀσφαλίζομαι, καὶ τὸ δικαίωμα τοῦ θεοῦ ἀναγγέλλω, ἀθωῶν ἑαυτὸν τοῦ αἵματος τοῦ ἐνόχου τῆς ἁμαρτίας· καὶ οὐχ ὡς ἐπιζητῶν χρυσίον μὴ πλανᾶσθε, ἀλλὰ τὸ σῶσμα τῶν ψυχῶν ὑμῶν· ἐπεὶ καυχήσομαι ἐν κυρίῳ· μέγα μοι πλούτου ὑπόθεσις μετὰ τοῦ κορυφαίου τῶν ἀποστόλων λέγειν, ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· καί περ οὕτω φιλοῦντι ἐν ἀφροσύνῃ λέγω· ἐπιδίδοταί μοι τοσοῦτον ὥστε καὶ ἐκκακεῖν με λαμβάνειν· ταῦτα ὡς φιλῶν γράφω καὶ ἀσφαλίζομαι· ὁ δὲ θεὸς τοῦ πατρός μου, ὁ τῆς εἰρήνης δοτὴρ, ὁ τοῦ ἐλέους χορηγὸς, ὁ ποιμὴν ὁ καλὸς, ἔτι ποιμανεῖ ἡμᾶς καὶ ὑμᾶς, μηδὲν ὑστερῶν τῶν δεόντων κατά τε πνεῦμα καὶ σωματικὴν ζωὴν, καὶ ἀξιώσειεν καὶ τῆς αἰωνίου βασιλείας.

· Contents ·