Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Supplement 290 (to Letter II.99)

σϟ΄. Ἀβρααμίῳ ξενοδόχῳ.

Φίλου γνήσιον γνώρισμα, τὸν φιλούμενον ἐπισκέπτεσθαι εἴτε δι᾽ αὐτοψίας, εἴτε διὰ γράμματος· ὥστε ἐντεῦθεν γνώριζε ἡμᾶς ἀγαπᾶν σε τιμιώτατε καὶ περιφανέστατε· ἀγαπῶμεν δέ σε εἰκότως· καὶ τοῦτο κατ᾽ αἰτίας διαφόρους· ἡ πρώτη διὰ τοὺς ποτὲ ὑπάρξαντας βασιλεῖς αὐθεντικοὺς ἡμῶν· ἐπείπερ ἐκεῖνοι ὡς οἶδας φιλούντων καὶ φιλουμένων· ἡ δευτέρα, διὰ τὸ πρὸς τὴν ταπείνωσιν ἡμῶν συμπαθητικόν σου, ὁπότε ἦμεν ἐν τοῖς ἀνατολικοῖς, ἡνίκα τὴν προσηγορίαν ἡμῖν διεπέμψω, καὶ ὅσα κατὰ τὸν σμυρναῖον ἀσεβέστατον πρόεδρον· ἡ τρίτη, διὰ τὴν τοῦ ὀρθοῦ φρονήματος δόξαν, ἣν περισσοτέρως ἐξηγόρευκεν ὁ πνευματικὸς ἡμῶν καὶ ἠγαπημένος ἀδελφὸς καὶ γραμματηφόρος· προσθείην δ᾽ ἂν, καὶ διὰ τὸν κοινὸν φίλον κύριον Ἀρκάδιον τὸν σύντροφον λέγω καὶ σύμψυχον· ὃν καὶ περιέπεις ἐν τοῖς σοῖς ὡς μανθάνω· ἀλλ᾽ ἐπειδὴ φίλου ἔργον καὶ ὑπομιμνήσκειν ἐν οἷς χρὴ τὸν ἀγαπώμενον, ὑπομνήσκομεν καὶ παρακαλοῦμεν τὴν μεγαλειότητά σου, πεφεισμένως καὶ προσεκτικῶς διεξέρχεσθαι αὐτὴν ἐν τῇ καταπιστευθείσῃ αὐτῇ ὑπὸ τῶν μεγάλων βασιλέων διακονίᾳ· καὶ μή μοι λεγέτω ὅτι συσκιάζεται φόβῳ κ. τ. λ.

· Contents ·