Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 30: To Isidore of Byzantium

λ΄. Ἰσιδώρῳ βυζαντίῳ.

Μνημονεύεις μου ἀεὶ, ὦ φίλε καλὲ, ἀλλὰ ἀντιμνημονεύσει σοι ὁ θεός μου· μικρὸν ἡγοῦμαι παρὰ τῶν μεγάλων ἐν δυνάμει λαβεῖν ἁδρὸν βαλάντιον, ὡς παρὰ τῆς θεοφιλοῦς σου τιμιότητος τὸ πεμπόμενον, κἂν ἑνὸς ὀβολοῦ τυγχάνῃ· καί τοι γε μεγάλα καὶ ὑπὲρ ἐμὲ καὶ αὐτὰ τὰ πεμφθέντα· ἀνθ᾽ ῶν δῴη σοι κύριος πᾶσαν αὐτάρκειαν βίου, ἀμέτοχον τῆς τῶν χριστομάχων αἱρέσεως διαφυλάττων σε· ἔῤῥωσο ἐν κυρίῳ τὰ πάντα μοι σεβάσμιε.

· Contents ·