Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Supplement 291 (to Letter II.135)

σϟα΄. Κατηχητική.

Καὶ μηδὲν ἀποτεταγμένως ἴδιον· μήτε μὴν ἰδιοβούλως τί πράττειν, κἂν δοκῇ εὐάρεστον εἶναι, ἀλλ᾽ ὡς ὑπὸ σοῦ διατέτακται· μήτε μεμερισμένην ἔχειν τὴν καρδίαν ἐν ταῖς τῶν κατὰ σάρκα ἰδίων σχέσεσι· σχολή γε εἰπεῖν ἐν ἄλλων τινῶν ἀγαπήσεσιν· ἀλλ᾽ ὅλην δι᾽ ὅλου τὴν ψυχὴν συνημμένην εἶναι πρὸς θεὸν, εἴς τε τὴν καθηγουμένην, καὶ πρὸς τὰς κατὰ πνεῦμα ἀδελφάς· ὡς μαρτυρεῖσθαι ἐκεῖνο ἐφ᾽ ὑμῖν λελέχθαι, ὅπερ καὶ ἐπὶ τῶν ἀποστόλων· ὅτι ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία πάντων· καὶ οὐδεῖς τι τῶν ὑπαρχόντων αὑτῷ ἔλεγεν ἴδιον εἶναι· ἀλλ᾽ αὐτοῖς πάντα κοινά. ὅπου οὖν τοῦτο κατώρθωται ἐκεῖ ὁ ἀποστολικὸς βίος τεθεώρηται· ἐκεῖ ἡ εἰρήνη τοῦ Θεοῦ ἡ ὑπερέχουσα πάντα νοῦν· ἐκεῖ ἡ ἄλυπος καὶ μακαρία ζωή· ἐκεῖ ἡ τῶν φρονίμων παρθένων χορεία· ἐκεῖ ὁ νυμφίος Χριστὸς μέσος ὁρῶν καὶ ὁρώμενος, κατὰ νοῦν τρέφων καὶ τρεφόμενος, γλυκαίνων καὶ γλυκαινόμενος, ἐρῶν καὶ ἀντερώμενος· ἐπειδὴ καὶ τρέφει ταῖς φωταυγέσι, καὶ τρέφεται ταῖς εἰς ἀρετὴν ἑκάστου ἐπιδόσεσι· πεινᾷ γὰρ τὴν ἑκάστου σωτηρίαν· καὶ οἱονεὶ ἐπισκέπτεται τὴν συκὴν· κἂν μὲν εὕρῃ καρπὸν ἐν αὐτῇ θεόβλαστον. ταύτῃ τρέφεται· εἰ δ᾽ οὐ, ἐπικεκατάραται. καθάπερ ἱστορεῖ τὸ εὐαγγέλιον. σπουδάσωμεν τοίνυν, ἀδελφὴ ἐν κυρίῳ, καὶ ἡμεῖς καὶ ὑμεῖς καρποὺς ἐνεγκεῖν ἐξ ἐμφύτων καὶ θείων λογισμῶν γλυκεῖς τῷ κυρίῳ. τοῦτο μὲν δι᾽ ὅλης τῆς βιώσεως ἡμῶν, τοῦτο δὲ κἂν τῇ ἐπιούσῃ ἱερᾷ ἐγκρατείᾳ· ὡς ἂν θρέψοιμεν αὐτὸν κατὰ τὸ ἅγιον πάσχα παραγενόμενον, εὐλογοῦντα τε ἡμᾶς ἐπὶ τῇ καρποφορίᾳ, καὶ ὡς συμμόρφους τοῖς παθήμασιν αὐτοῦ συναναστήσοντα καὶ συνδοξάσοντα ἡμᾶς κατὰ τὴν ἡμέραν τὴν μεγάλην καὶ φοβερὰν τῆς ἐπιφανείας αὐτοῦ· ὅτι αὐτῷ πρέπει δόξα τιμὴ καὶ προσκύνησις σὺν τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· Ἀμήν.

· Contents ·