Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Supplement 292 (to Letter II.136)
σϟβ΄. Θεοδότῳ στρατηγῷ.
Τοῦ ὄντως ὄντος φίλου καὶ ἡ λύπη καὶ ἡ χαρὰ μεταβαίνειν πέφυκε πρὸς τὸν φιλοῦντα, εἴπερ μία σχέσις ἐν ἀμφοτέροις κατὰ τὸν τοῦ πρός τι λόγον τεθεώρηται. ἐπεὶ οὖν καὶ ἡ τοῦ περιποθήτου ἡμῶν δεσπότου περὶ τῆς ἑτεροδόξου κοινωνίας λύπη ἀνηγγέλθη ἡμῖν παρὰ τῆς κυρίας τῆς εὐλαβεστάτης ἡγουμένης τὸ νῦν, τῷ ὄντι ἤψατο καὶ ἡμῶν τῶν ταπεινῶν τὸ πάθος· καὶ ἄλγος ἐνεποίησεν ἡμῖν κατὰ καρδίαν. ἐννοοῦσι τὸ ἐναντίον ἀπάντημα. ὦ τῆς συμφορᾶς. κ. τ. λ.