Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Supplement 293 (to Letter II.183)

σϟγ΄. Ἡλίᾳ πρεσβυτέρῳ.

.... οὐδέπου γὰρ καὶ τήμερον ἀκηκόαμεν πρὸς πατρὸς ἀναγκαστικῶς καὶ οὐκ ἐθελουσίως παῖδας ἀποκαρθῆναι. εἰ μὲν γὰρ κομιδῇ νήπιοι· εἴ τ᾽ οὖν πρὸ τῆς ἡλικίας, οὐκ ἐν αὐτοῖς τὸ θελητὸν· οὐδὲ γὰρ εἰσὶ διαγνωστικοὶ καλοῦ τε καὶ κακοῦ. ἀλλὰ τῇ τῶν φυσάντων προαιρέσει ἀνανεκτέον τὸ πρᾶγμα· ὡς ἐπὶ Ἄννης τῆς τὸν Σαμουὴλ προσαγούσης θεῷ. καὶ τῶν ἐφαμίλλων ταύτῃ οὐκ εὐλαβουμένων τὸ μέλλον, καθά που φησὶν ὁ τῆς θεολογίας ἐπώνυμος Γρηγόριος· δοτὸς γὰρ καὐτὸς πρὸ γεννήσεως τῷ θεῷ· ὧν ἡ προσφορὰ οὐ πάντως ἐπιτευκτὴ διὰ τὸ ἡμαρτῆσθαι παρά τινων· καὶ νοῦς ὧδε τῶν προσοισομένων προσώπου τε καὶ καιροῦ. διὰ τὰ ἀποτεύγματα· ἐπειδὴ τὰ μὲν, ὡς πάλαι τε καὶ νῦν διέγνωσται. εἰς καλὸν ἀπέβη. τὰ δὲ εἰς τοὐναντίον. οὕτω δὲ ἐμφρόνων ὄντων καὶ ἐννόμων τῇ ἡλικίᾳ τῶν παίδων, ἀναγκαστικῶς τὴν μοναχικὴν τελειότητα τοὺς γεννήτορας ἐπιθεῖναι αὐτοῖς οὔτε ἤκουσται. οὔτε φύσεως ἔχει λόγον. καὶ ἐπεὶ περὶ τῶν ἔξω φύσεως ἐπιτετράμμεθα δοῦναι λόγον, ὡς ἂν μὴ καὶ αὐτοὶ ἀφύσικοί τινες, μᾶλλον δὲ ἀσύνετοι λογισθείημεν τοῖς ἀσυφήλοις, παραπεμποίμεθα τὴν περὶ τούτου διασάφησιν. σὲ δὲ τὸν πισύνιον καὶ θεοφιλῆ ὑπομιμνήσκομεν καὶ ἀντιβολοῦμεν ὀρθοτομεῖν τὸν λόγον τῆς ἀληθείας, ὡς πῦρ ἔχοντα τὸν λόγον μιμήσει τοῦ ὁμωνύμου, καὶ τὸν μὲν πορνείαις ἑαυτὸν ἐκδεδωκότα μονάζοντα νουθετεῖν, παρακαλεῖν, φωταγωγεῖν, ἀνασφῆλαι τῆς πτώσεως· καὶ μὴ τὰ Χριστοῦ μέλη, πόρνης ποιεῖν μέλη· οὗ ἴσως ἁψάμενος ὁ λόγος, ὀψέ ποτε καθάπερ σπινθῆρα ὕλης τῆς ξηροτέρας, ἀνάψειε τὸν Χριστοῦ ἔρωτα εἰς τὸν ἔσω ἄνθρωπον εὐμαρῆ τὴν ἀνάκλησιν ἔχοντα ἐκ τοῦ τὸν ἔξω ἄνθρωπον ἔχειν μεμοναχημένον· τὸν δὲ παντάπασι τὴν ὁμολογίαν ἠθετηκότα, ὡς εἰς αὐτὸ τὸ ἄγιον πνεῦμα, παρ᾽ οὗ καὶ ἡ χάρις, ὀφλήσαντα. παραιτήσειας καὐτὸς, καὶ πᾶς τις τῶν εὐσεβούντων, μηδὲ ἁλῶν μετασχεῖν κατὰ τὰ ἐντάλματα τῶν θεοπαραδότων λογίων.

· Contents ·