Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Supplement 294 (to Letter II.183)
σϟδ΄. Μακαρίῳ μονάζοντι.
Ὅτι ἠκούσαμέν σου τῆς ἀδελφικῆς φωνῆς, ἤσθημεν ἠγαπημένε· οὐδὲν γὰρ φιλίας πνευματικῆς γλυκύτερον· καὶ μάλιστα ὁπηνίκα ἓν φρόνημα καὶ μία ψυχὴ ἐν τοῖς κατὰ θεὸν λόγοις καὶ πράγμασιν ἐπιτεθεώρηται· οὕτως αὐτὸς ἄνωθεν καὶ ἐξαρχῆς ἐγνωσμένος ἡμῖν ὑπάρχεις· ἐφ᾽ ᾧ καὶ προσευχόμεθα οἱ ταπεινοὶ ἐν τῇ αὐτῇ σε διαθέσει ἐπιμένειν, τόν τε λόγον τῆς ὀρθοδοξίας σῶον διαφυλάττοντα, καὶ τὸν βίον μὴ ἀνθιστάμενον τῷ λόγῳ. Εἰ δέ τι πρὸς ἡμῶν ὁμολογεῖς ἀπώνασθαι. θεῷ ἀναθετέον τὸ πρᾶγμα· παρ᾽ οὗ καὶ ἡμῖν καὶ ἡμῖν τὸ σωτήριον ψυχῆς τε καὶ σώματος κ.τ.λ.