Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 4: To Ignatius, Bishop of Miletus

δ΄. Ἰγνατίῳ ἐπισκόπῳ Μιλήτου.

Εὕρεμα καλὸν ἐθήρασα ἐπιτυχὼν γραμματηφόρου, δι᾽ οὗ χαράττω σου τῇ ἁγιωσύνῃ τὴν ἐν χερσὶν ἐπιστολήν· οὐδενὸς μὲν ἀξίαν λόγου ὡς ἄλλως, πλείστην δὲ ὅτι μάλιστα τὴν ἀγαπητικὴν διάθεσιν ἔχουσαν· φιλοῦμεν γάρ σε ὦ πατέρων ἄριστε διαφερόντως, οὐ μόνον ὡς ποιμένα θεομακάριστον καθ᾽ ὅτι προκινδυνεύων ὥφθης τῆς πίστεως ἑλόμενος πᾶσαν κακοπάθειαν, ἐξορίαν καὶ ἀφαίρεσιν πάντων, ἀλλ᾽ ὅτι καὶ ὁμόσχημος ἡμῖν ὑπάρχεις, καὶ τῶν ἐξ ἀρχῆς γνωρίμων τε καὶ φίλων· προσθείην δ᾽ ἂν, καὶ διὰ τὴν εὐλάβειαν ἣν ἐν ἐγκρατείᾳ χαρακτηρίσαι ἑαυτῷ ἠγωνίσω· χαίρομεν οὖν ὅτι τοιοῦτον καὶ τηλικοῦτον ἔχομεν πατέρα, μᾶλλον δὲ ἔχει ἡ τοῦ θεοῦ ἐκκλησία στύλον καὶ ἑδραίωμα ἐν τούτῳ τῷ χαλεπῷ σεισμῷ τῆς ἀσεβείας· σεισμὸς γὰρ τῷ ὄντι, ἐν ᾧ ἀσεβεῖς μὲν καταπίπτουσιν ἀνερμάτιστοι ὄντες· εὐσεβεῖς δὲ οἱ μὲν σαλεύονται, οἱ δὲ οὐδ᾽ ὁτιοῦν πάχουσιν ἐκ τῆς ἄγαν στεῤῥοκαρδίας· διὰ τοῦτο ὅσον πολλοὶ οἱ στύλοι καὶ τὰ νοητὰ ἑδραιώματα, τοσοῦτον ὀχυρούμεθα καὶ ἡμεῖς οἱ ὑφειμενέστεροι.

Εὐλογητὸς ὁ θεὸς ὁ ὑποδείξας σου τὴν ἀρετὴν ἐν τῷ παρόντι καιρῷ μάλα τηλαυγέστερον· δοκίμιον γάρ ἐστιν, ἢ ἵν᾽ οἰκειότερον εἴπω, χωνευτήριον ἡ πεῖρα αὕτη, ὡς ἂν οἱ ἐκλεκτοὶ φανῶσι, καὶ οἱ ἄλλως ἔχοντες διελεγχθῶσιν· οὐ γὰρ ἀνήκοος εἶ πάντως θεοτίμητε, οἷοι καὶ ὅσοι τῶν ἐξ ἑκατέρου μέρους· διὸ καὶ λυπούμενοι στένομεν τῷ διασπασμῷ τῶν μελῶν· καὶ πῶς οἱ τίμιοι καὶ ἀντιτιθέμενοι χρυσίῳ, ὡς ἀγγεῖα ὀστράκινα ἐλογίσθησαν· ἐκεῖνοι μὲν οὕτως· σὲ δὲ ἡ μεγάλη τοῦ θεοῦ χεὶρ περιφυλάξειεν τὸν ποθητὸν ἡμῶν πατέρα· ὑγιαίνοντα, διαλάμποντα τῇ διδασκαλίᾳ, διαβοώμενον τῇ παῤῥησίᾳ, προσευχόμενόν τε ὑπέρ τε τῆς ἐκκλησίας τοῦ Χριστοῦ, καὶ περὶ ἡμῶν τῶν ἀναξίων· ἵνα κατακολουθῶν ἔσομαι τοῖς ἴχνεσιν ὑμῶν ῥυόμενος ἐκ τοῦ πονηροῦ.

· Contents ·