Library › St Theodore the Studite › Letters
Letters
St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871
Book 3, Letter 31: To George the Hospitaller
λα΄. Γεωργίῳ ξενοδόχῳ.
Καταγώγιόν σου μανθάνω εἶναι τῶν ἀδελφῶν ἡμῶν τὸ εὐλογημένον οἴκημα· καὶ μεγάλη ἡ χάρις πάντοτε μὲν, ἄρτι δὲ μάλιστα ὅτε ἀποκέκλεισται ἡμῖν σχεδὸν πᾶς οἶκος φίλων φόβῳ ἀνθρωπίνῳ· ἀλλ᾽ ὁ τοῦ θεοῦ φόβος τὴν σὴν θύραν ἀνεῳγμένην ἡμῖν παρίστησιν, ἐφ᾽ ἣν εἰσερχόμενοι, ὡς ἁμαρτωλοὶ τὴν παρὰ κυρίου εἰρήνην σοι προσφωνοῦμεν, εὐλογοῦντες καὶ εὐφημοῦντες σε ὡς οἰκίαν θεοῦ ὑπάρχοντα· εἴη τὸ μέρος σου μετὰ Ἀβραὰμ τοῦ ξενοδοχοῦντος ἀγγέλους· πληθυνθείη σοι πᾶν ἀγαθὸν νοούμενον καὶ ὁρώμενον· εὐφρανθείης καὶ ἐν τῷ νῦν αἰῶνι καὶ ἐν τῷ μέλλοντι· ἀλλ᾽ οὖν μετὰ ταύτης σου τῆς ἀρετῆς ἔστω φυλάττουσά σε καὶ ἡ ἀποχὴ τῆς κοινωνίας τῶν αἱρετιζόντων κατὰ Χριστοῦ, τῆς θεοτόκου, καὶ παντὸς ἁγίου.