Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶςKatholikon

Library › St Theodore the Studite › Letters

Letters

St Theodore the Studite, Greek, PG 99, 1860; NPB 8, 1871

Book 3, Letter 32: To Naucratius, His Son

λβ΄. Ναυκρατίῳ τέκνῳ.

Ἐπειδὴ εὐδόκησεν ὁ ἀγαθὸς θεὸς ἰδεῖν ἡμᾶς τὸν ἀδελφὸν Ἀδριανὸν, εὔκαιρον ἡγησάμεθα τέκνον μου ἠγαπημένον προσαγορεῦσαι σε, καὶ διὰ σοῦ τοὺς λοιποὺς ἀδελφούς σου καὶ τέκνα ἡμῶν· πῶς δὲ τὰ καθ᾽ ἡμᾶς, εὐχαῖς ὑμῶν ἀπεκατέστημεν· καὶ ἡ οἴκησις καλὴ, καὶ ἡ εὐτυχία τερπνὴ, καὶ ὁ θεὸς ἐγγύς· ἀλλὰ καὶ ὁ ἐχθρὸς ἡμῶν διάβολος, ὃς παντὶ πάρεστιν εἰς τὸ πειράζειν· δέομαι ὑμῶν μὴ ἐπιλάθῃς σε μνημονεύειν μου ἐν ταῖς προσευχαῖς ὑμῶν ἵνα διασώζωμαι μεθ᾽ ὧν εἰμι ἀδελφῶν, οἱ καὶ προσγορεύουσιν· ἀλλὰ γὰρ καὶ παρακαλῶ ἐμμένειν ὑμᾶς ἐν τῇ πίστει καὶ ἐλπίδι, καὶ μηδαμῶς ἐκκακεῖν ἐν ταῖς παρούσαις θλίψεσιν· ἐγγὺς γὰρ κύριος τοῖς ὑπομένουσιν αὐτόν· σύ τε ὦ τέκνον μου, ὡς ψυχή μου καὶ δύναμις, κιχρῷς αὐτὸν τοῖς ὁπουδηποτοῦν εὑρισκομένοις ἀδελφοῖς ἡμῶν ἐν ᾧ δ᾽ ἂν ἰσχύῃς καὶ ἐφότῳ ἡ χρεία καλοίη· διὰ τοῦτο γὰρ πάντως καὶ ᾠκονομήθη παρὰ θεῷ ἀναπόκλειστόν σε εἶναι· γίνωσκε γὰρ ὅτι εὔθετόν ἔστι καὶ πέμπειν ὑμᾶς ἐνταῦθα, ἀλλὰ καὶ σεαυτὸν ἐλθεῖν καιρῷ τινὶ, μόνον εὐσκόπως πρὸς τὸ μὴ ἐν διαγνώσει γενέσθαι ὑπό τινων ἀφελεστέρων ἀδελφῶν· οἶδεν δὲ ὁ Ἀδριανὸς πότε εἰσῆλθεν καὶ πῶς· οὐ χρειαζόμεθα τὶ πλὴν βιβλίων· καὶ ἐὰν ἔστιν ἡ ἑρμηνεία τοῦ κατὰ Ἰωάννην, τοῦ κατὰ σάρκα πατρός μου, παράπεμψόν μοι μεθ᾽ ἑτέρων ὧν εἶπον· ὁ θεός σε τέκνον μου φυλάξοι ὡς κόρην ὀφθαλμοῦ.

· Contents ·